41
τοῖς ̔Ρωμαίοις καὶ κατ' ἐπιγαμίαν απτεσθαί τε καὶ συν- είρεσθαι, πολλοὺς τούτων τοῖς βασιλικοῖς ἐμπρέπειν ἀξιώμασι πεποιηκώς. ἀλλὰ καὶ κώδιξι στρατιωτικοῖς αὐτοὺς ἀναγράφεται, καὶ τάγμα ουτως καλούμενον Περσικὸν ἐγκατέστησε, καὶ τοῖς κατὰ πόλεμον ἐξιοῦσι ̔Ρωμαίοις κατὰ τῶν ̓Αγαρηνῶν ἐναριθμεῖ-σθαι προσέταξε. 22 Τούτοις γοῦν τεθαρρηκὼς ὁ Θεόφιλος, ἐπεὶ καὶ αλ- λως ῃδει τούτους ἀνδραγαθιζομένους, εἰς πόλεμον κατὰ τῶν ̓Αγα- ρηνῶν εξεισι καὶ τοῦ ̓Ιβραὴμ καθ' ἡμῶν, ὡς ειρηται, ἐκστρατεύσαν- 113 τος. ἐπείπερ γοῦν ἐγγὺς ἀλλήλων ο τε τῶν Σαρακηνῶν ἀρχηγὸς ἐγεγόνει καὶ ὁ Θεόφιλος, εδει δὲ καὶ βουλῆς, ὁ μὲν Μανουὴλ οὐ δίκαιον εφησε βασιλέα ̔Ρωμαίων πρὸς ἀμεραμνουνῆ πολεμεῖν, ἀλλά τινα μέρος λαβόντα τῶν στρατιωτικῶν ἐξιέναι κατὰ πρόσω- πον τῶν ἐχθρῶν, καὶ αμα μεθ' ἡμέραν τοῦτο ποιεῖν, ὁ Θεόφοβος δὲ ειναι μὲν ἐπὶ παρατάξεως τὸν βασιλέα ἐβούλετο, νύκτωρ δὲ ἐπι- τεθῆναι αὐτοῖς μετὰ τοῦ τῶν Περσῶν πεζικοῦ, καὶ οτε πάλιν δεή- σειεν, ἐπικυκλῶσαι τὸ ἱππικόν. ἀλλ' οὐκ επεισε τὸν βασιλέα, εἰπόντων πολλῶν, σφετεριζομένου τοῦ Θεοφόβου τὴν τῶν ̔Ρω- μαίων δόξαν καὶ διὰ τοῦτο βουλομένου ἐν νυκτὶ πολεμεῖν· πλὴν εδοξεν εἰς τοὐμφανὲς μεθ' ἡμέραν συρρῆξαι τὸν πόλεμον. καὶ ὁ μὲν ̓Ιβραήμ, ειτ' αλλως καταλαζονευόμενος ειτε δὴ καὶ φόβῳ βασιλέως περιστοιχιζόμενος, μέρος λαβὼν τοῦ στρατοῦ ἀνεχώρη- σεν, ̓Αβουχάζαρ δὲ πρὸς τὸν κατὰ βασιλέως πόλεμον μετὰ μυριά- δων ὀκτὼ ἐξαπέστειλεν, οι καὶ καρτερῶς αγαν ἀνδρισαμένων ἀμ- φοτέρων ἐπὶ πολύ, τέλος ἐνδοῦναι τὰς σχολὰς μετὰ τοῦ δομεστί- κου καὶ πρὸς φυγὴν τραπῆναι ἐξεβιάσαντο. οθεν ὁ βασιλεὺς μετὰ τῆς βασιλικῆς φάλαγγος καὶ δύο χιλιάδων Περσῶν, προσόντος τούτοις καὶ τοῦ Θεοφόβου, ἐπί τινος βουνοῦ σέσωστο, τὸν περὶ ψυχῆς κίνδυνον ὑφορώμενος. καὶ αχρι μὲν ἑσπέρας πολὺς ην ὁ περὶ αὐτὸν πόλεμος, τῶν μὲν ἐλπιζόντων τοῦτον ἐπὶ χεῖρας λαβεῖν, τῶν δὲ ἀνταμυνόντων καὶ μὴ προδοῦναι τοῦτον διακαρτερούντων. 114 διὸ νυκτὸς αρτι γενομένης κρότοις χειρῶν τε καὶ ἀλαλαγμοῖς ἐχρῶντο οἱ μετὰ τοῦ βασιλέως, χαίρειν προσποιούμενοι, κιννύραις τε καὶ χορδαῖς καὶ αλλως βουκίνων φωναῖς τὸν αἰθέρα περιεδό- νουν, ἐλπίδας οὐ τὰς τυχούσας τοῖς ἐχθροῖς θέλοντες περιποιῆσαι. ο καὶ συνέβη· μίλια γὰρ εξ ὑποχωρῆσαι τούτους εἰς τοὐπίσω τινὰ κατορρωδοῦσι προσβολήν τε καὶ κύκλωσιν προσεγένετο. οθεν ἀδείας τυχόντες μικρᾶς οἱ περὶ τὸν βασιλέα, πόρρω που νυκτῶν φυγῇ χρησάμενοι τὴν σωτηρίαν ἐπραγματεύσαντο, καὶ πρὸς τῷ καταπροδόντι τοῦτον στρατεύματι καὶ τὰ νῶτα δόντι τοῖς ἐχθροῖς διεσώθησαν. μέμψεσι μὲν ουν πολλαῖς ὁ βασιλεὺς τὸ προδεδωκὸς στράτευμα καθυπέβαλεν, χάρισι δὲ καὶ τιμαῖς διαφερόντως τοὺς περὶ τὸν Θεόφοβον ἐγέραιρεν. οθεν οἱ Πέρσαι ερωτι διαπύρῳ πρὸς τὸν Θεόφοβον ἐξεκαίοντο, καὶ θυμηδίᾳ τινὶ ἀρρήτῳ ἀναθαρ- ρυνόμενοι μετ' αὐτοῦ τὸν κατ' ̓Αγαρηνῶν ὑποδύεσθαι πόλεμον ἐλιτάνευον, καὶ τρέπειν τούτους ἐξ ἀηττήτου δυνάμεως ἐβεβαίουν· διὸ καὶ ὁ βασιλεὺς ἡγεμονεύειν αὐτῶν ἐβούλετο τὸν Θεόφοβον. 23 Τῷ δ' ἐπιόντι ἐνιαυτῷ εξεισι πάλιν μετὰ δυνάμεως ὁ Θεόφιλος, καὶ κατὰ τὸ Χαρσιανὸν πολλὰ ἐκ τῆς προτέρας νίκης τῶν ̓Ισμαηλιτῶν ἀπαυθαδιαζομένων καὶ ἀλαζονευομένων, τούτοις συμπλακεὶς πολλούς τε χειροῦται τούτων, καὶ λείαν λαμβάνει ὡς τῶν πέντε καὶ εικοσι αχρι χιλιάδων, καὶ μετὰ νίκης λαμπρᾶς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται. ετυχε γοῦν τις τῶν ἐπὶ χειρῶν εὐφυΐᾳ ὀνομαστῶν αἰχμάλωτον ληφθῆναι ̓Αγαρηνῶν. τούτῳ με- 115 γάλας τὰς κατὰ πόλεμον ἀρετὰς δι' ἐγγράφων ἐγκωμίων ὁ τῶν σχολῶν προεστὼς ἐμαρτύρει, καὶ ἐβεβαίου ὡς ειη τε δεξιὸς περὶ τὴν ἱππασίαν καὶ τὴν τοῦ σώματος ῥώμην γενναῖος, καὶ οτι δυσὶ δόρασι χρώμενος περὶ τὴν ἱππασίαν [μὲν] ἐντέχνως αγαν καὶ εὐ- φυῶς πρὸς τοὺς κατ' αὐτοῦ διαβαίνει. ἐπεὶ γοῦν ἐν τῷ τῶν ιπ- πων ἁμιλλητηρίῳ ὁ τοῦ δομεστίκου θρίαμβος ἐτελεῖτο, προηγεῖτο δὲ ουτος τῷ τοῦ σώματος μεγέθει καὶ τῷ τῆς ψυχῆς ἀναστήματι τοὺς