1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

36

ἐκείνοις τούτου παρισταμένου καὶ κατὰ τὴν ̓Ιωάννου ἐξήγησιν τὰ τῶν εργων ἐκπερατοῦντος, ος ονο- μα μὲν Πατρίκης ουτω καλούμενος ὠνομάζετο, τῇ τῶν πατρικίων δὲ τιμῇ ἐσεμνύνετο, τοῦτο μόνον περιττότερον ἐργασάμενος, τὸ κατὰ τὸν κοιτῶνα μὲν ἀνεγεῖραι ναὸν εἰς ονομα ὑπεραγίας δεσποί- νης ἡμῶν θεοτόκου, κατὰ δὲ τὸ προαύλιον τῶν τοιούτων παλα- 99 τίων τὸν τρίκογχον ναὸν κάλλει τε κάλλιστον καὶ μεγέθει πολλῶν διαφέροντα, καὶ τὸ μὲν μέσον εἰς ονομα τοῦ ἀρχιστρατήγου, τὰ δὲ ἑκατέρωθεν τούτου εἰς μαρτύρων γυναικῶν ἁγίων ὀνόματα. 10 Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο με- γαλοπρεπὴς ὁ Θεόφιλος καὶ θαυμαστός· περὶ δὲ τοὺς πιστοὺς ἡμᾶς καὶ τοὺς τὰς σεπτὰς καὶ θείας εἰκόνας προσκυνοῦντας οιος! ὡς βάρβαρός τις καὶ αὐστηρός, πάντας παρελάσαι φιλονεικῶν ἐπὶ τούτῳ δεινούς. οἱ μὲν γὰρ πρὸ αὐτοῦ (Λέων δὲ ησαν καὶ Μιχαὴλ ὁ τούτου πατήρ) ὁ μὲν ἐθέσπισεν μή τινι τῶν γεγραμμέ- νων εἰκόνων, καν ει που γραφόμεναι τύχοιεν, τὴν αγιος φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ αλλῳ τινὶ ταύτην ἁρμόζει ἐπιγράφεσθαι η τῷ θείῳ οὐκ εὐστόχως βαλὼν τῷ νῷ· πῶς γάρ, ειγε καὶ αὐτῆς τῆς θεὸς φωνῆς ὑψηλοτέρας ουσης μεταδοὺς ὁ θεὸς τοῖς ἀνθρώ- ποις, τοῖς οὐ φύσει, θεοῖς δέ φημι, ειγε αὐτὸς διὰ τοῦ προφήτου ην ὁ φθεγξάμενος, τῆς αγιος ἀποστερήσει ταπεινοτέρας ουσης κατὰ πολύ; πλὴν ὁ μὲν τοῦτο, φησί, θεσπίσας ην, ατερος δὲ ὁ Λέων τὸ μηδὲ προσκυνεῖσθαι· ἐγὼ δὲ τὸ μηδὲ χρώμασι ταύτας τυποῦσθαί τε καὶ μορφάζεσθαι, καθὸ χαμαιπετῆ οντα οὐ χρὴ πρὸς ταῦτα ἐπτοῆσθαι, πρὸς μόνην δὲ τὴν ἀλήθειαν σκοπεῖν. ἐντεῦθεν ουν καθῃροῦντο μὲν κατὰ πᾶσαν ἐκκλησίαν αἱ θεῖαι μορ- φαί, θηρία δὲ καὶ ορνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο καὶ ἐνεγρά- 100 φοντο, τὴν θηριώδη καὶ ἀνδραποδώδη τούτου διάνοιαν ἐξελέγχον- τα. ἐντεῦθεν βεβήλοις χερσὶ δι' ἀγορᾶς τὰ ἱερὰ κειμήλια ἐφυ- βρίζοντο καὶ αλλως ἐρριπτοῦντο κατὰ τῆς γῆς πυρὶ διδόμενα, καὶ κοινὰ τὰ τίμια ἐλογίζοντο, οσα τὰς θείας εφερον ἐγκεκολαμμένας μορφάς. ἐντεῦθεν πλήρη μὲν τὰ πολιτικὰ δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων αὐτάς, τῶν γραφόντων, τῶν μοναζόντων, τῶν ἐπισκόπων, τῶν ποιμένων, τῶν ποιμαινομένων, πλήρη δὲ τὰ ορη τε καὶ τὰ σπήλαια τῶν ὡς κακούργων ἀναιρεθέντων λιμῷ τε καὶ δίψει, καὶ τῶν ἐκ πολιορκίας δεινῆς οὐκ ἐπ' ελαττον. αρτι γὰρ ἀβάτους τηρεῖσθαι τοῖς μοναχοῖς τὰς πόλεις ἐγκελευσάμενος, καὶ πάντῃ τούτους ὡς ἀποτρόπαιον ἀπελαύνεσθαι θεσπίσας, ἀλλὰ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργάσατο τούτων τὰ μονα- στήρια καὶ ἡσυχαστήρια περιφανῶς πολυάνδρια καὶ κοσμικὰ καταγώγια. τινὲς μὲν γὰρ αὐτῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ενδυμα οὐμενοῦν θέλοντες λιμῷ τακέντες καὶ κακουχίαις ἐξέλιπον· οἱ δὲ πρὸς τοσοῦτον ἀγῶνα μηδ' ἀντοφθαλμεῖν δυνά- μενοι τῶν ἐνδυμάτων μὲν κατωλιγώρησαν, τὴν ἑαυτῶν δὲ σωτη- ρίαν πως ᾠκονόμησαν· ετεροι δὲ ῥᾳθυμότερον διαζῶντες τὸν ανε- τον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, τῶν θείων υμνων καὶ ᾠδῶν καὶ ἐσθήματος ἀφειδήσαντες, τὸ μηδὲ τούτους τελεῖσθαι τοὺς συλλόγους τὸν τύραννον βούλεσθαι, α πολλάκις καὶ μόνα δύναν- ται τηρεῖν καὶ οιον χαλινός τις ειναι τοῖς πρὸς τὰ πάθη ἀτάκτως κατολισθαίνουσιν. 101 11 Πλὴν οὐκ ην πάντῃ τὴν παρρησίαν καὶ ἐλευθερίαν ἰδεῖν τῶν ἀνθρώπων ἀποφοιτήσασαν, ἀλλὰ τῶν θερμοτέρων τινὲς μὲν καθ' εις τινὲς δὲ συστάδην, ὡς οἱ τῆς τῶν ̓Αβρααμιτῶν μονῆς ὁρμώμενοι, αὐτῷ λογικῶς εκ τε τῶν εἰρημένων τοῖς πατράσιν ἡμῶν ∆ιονυσίῳ τε τῷ θείῳ καὶ ̔Ιεροθέῳ καὶ Εἰρηναίῳ ἀπεδείκνυον ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε καὶ κατάστασις ἐπινενόηται, παλαιὰ δέ τις καὶ ἀρχέγονος καὶ τοῖς ἀνθρώποις ἐπέραστος. οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θείων εἰκόνων ἐκτύπωσιν σύντροφόν τε τῶν ἀποστόλων καὶ ὁμοδίαιτον ἀπεδείκνυον, ειγε Λουκᾶς μὲν ὁ θεῖος τὴν τῆς θεοτόκου μορφὴν ἐνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθό- νης ἀπομαξάμενος