1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

39

ἐκείνου φασὶν ειναι τόκον ψυχῆς. 17 ̓Επεὶ δὲ καὶ τὸν τῆς κεφαλῆς κόσμον ὀλίγον πως ἐκ φύσεως εφερε καὶ ψιλὸς τὰς τρίχας ὑπῆν, ἐθέσπισεν ἁπανταχῇ ἐν χρῷ ταύτας ἀποκείρειν καὶ μή τινα ̔Ρωμαῖον οντα τοῦ τραχήλου περαιτέρω φέρειν συγχωρεῖν· εἰ δέ τις φωραθῇ, πολλαῖς αἰκιζό- μενον μάστιξι πρὸς τὴν τῶν προγόνων ̔Ρωμαίων ἐπανάγεσθαι ἀρε- τήν· τούτῳ γὰρ καὶ ουτοι τριχώματι ἐσεμνύνοντο. οθεν καὶ νόμον ἐξέθετο τοῦ μή τινα διόλου κατατολμᾶν περαιτέρω τοῦ αὐχένος προβαίνειν ἐᾶν. 18Εδει δὲ αρα καὶ τὰ κατ' αὐτὸν καὶ τὴν αὐτοῦ συγγέ- νειαν προνοήσασθαί τε καὶ διοικῆσαι κατὰ τὸ τούτῳ δοκοῦν· καὶ διὰ τοῦτο, ἐπεὶ πέντε μὲν ετυχε τηνικαῦτα θυγατέρων ὑπάρχειν πατήρ, ερημος δὲ ἀρρενικῆς ὡρᾶτο γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερβαλλόντως ἠγαπημένην ουσαν τῶν αλλων ᾠήθη δεῖν συζεῦξαι ἀνδρί. ὁ δ' ἀνὴρ τῆς τῶν Κρηνιτῶν κατήγετο γενεᾶς, χώρας τῆς τῶν ̓Αρμενίων, ̓Αλέξιος τουνομα, Μουσελὲ τὴν ἐπωνυ-μίαν, τῷ ειδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν, οἰκῶν κατὰ τὸ τῆς ἀκροπόλεως μέρος, κατὰ τὰς ουτω καλουμένας τῆς Κρηνιτίσσης 108 οἰκίας· ον πρῶτον μὲν τῇ τῶν πατρικίων καὶ τῶν ἀνθυπάτων τι- μήσας ἀξίᾳ διὰ τὸ πρὸς τὴν θυγατέρα τούτου φιλόστοργον, επειτα δὲ καὶ μάγιστρον καὶ Καίσαρα τὸ εσχατον ἀνηγόρευσεν, στρατεύματά τε δοὺς ἱκανὰ πρὸς τὴν Λογγοβαρδίαν ἐξέπεμψεν, χρείας τηνικαῦτα κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει καλῶς τὰ κατ' αὐτὸν ἀνύων, καὶ ὡς ἐδόκει τῷ βασιλεῖ· καὶ διὰ τοῦτο ηκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος τοῦ βασιλέως, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθόνος αὐτῷ, καί τινες ἐλοιδόρουν καὶ βλάσφημά τινα εφασκον κατ' αὐ- τοῦ, ὡς τῆς τε βασιλείας ἐπιθυμεῖ καὶ δεῖ ποτὲ τὸ αλφα τοῦ θῆτα κατακυριεῦσαι. οθεν ἐπεὶ τὰς κατ' αὐτοῦ συρραφείσας διαβολὰς ὁ Καῖσαρ ̓Αλέξιος διακήκοεν, τὸν φθόνον ωσπερ κατευλαβούμενος πολλὰ τοῦ βασιλέως ἐδέετο οἰκτεῖραι τοῦτον καὶ συγχωρῆσαι πρὸς τὸν μονήρη βίον μετατάξασθαι. ἀλλὰ τότε μὲν ουτ' ἐκεῖνος συνε- χώρησεν, τὴν χηρείαν τῆς θυγατρὸς προβαλλόμενος, καὶ ὁ ῥηθεὶς Καῖσαρ εμενεν ἐφ' ἡσυχίας πολλῆς τοῖς δημοσίοις ἐνασχολούμενος πράγμασιν. ὡς δὲ τὸν Μιχαὴλ ἐγέννησεν ὁ Θεόφιλος, καὶ ἡ τούτου μὲν θυγάτηρ τοῦ Καίσαρος δὲ γαμετὴ τὸν βίον μετήλλα- ξεν, ταύτην μὲν τοσοῦτον τετίμηκεν ὡς καὶ τὸν χοῦν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρωμένῃ καὶ προνόμιον δοῦναι διὰ λελα- ξευμένων ἐν αὐτῇ ἰάμβων ἀσυλίας τοῖς ἐφ' οιοις δήποτε ἐγκλήμα- σιν ἀνθρώποις ἁλοῦσιν καὶ προσφυγοῦσιν ἐκεῖ· τὸν ̓Αλέξιον δὲ λάθρα μεταταξάμενον καὶ τὸ μοναχικὸν μεταμφιασάμενον εσθη- μα, ἐπεὶ μὴ ἠδύνατο πεῖσαι τοῦ πάλιν αὐτὸ ἀποβαλεῖν, μόλις 109 συγχωρῆσαι, πολλοῖς ὀνείδεσι περιβαλὼν οις οὐ μετ' αὐτοῦ εκρι- νεν ειναι ἀλλ' ἐν παραβύστῳ που καὶ γωνίᾳ. οθεν ἐδίδου τούτῳ δωρεὰν τό τε κατὰ Χρυσόπολιν βασιλικὸν μοναστήριον, προσέτι μὴν καὶ τὸ τοῦ Βυρσέως καὶ τὸ τοῦ κατὰ τὸν ̓Ελαίαν. ἀλλ' ἐκεῖ- νος τῷ κατὰ τὴν Χρυσόπολιν οντι ἐνδιαιτώμενος, ἐπεί ποτε περι- πάτου ἐδεήθη καὶ κατὰ τὸν ̓Ανθεμίου τόπον ἐγένετο, βασιλικῶν τηνικαῦτα τυγχάνοντα τῶν μαγγάνων, ελεγεν δὲ ὡς εκαστον τῶν σεμνείων τῶν οἰκοδομούντων φέρει τὴν κλῆσιν ἀθάνατον, ειλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι καὶ ιδιον κατα- σκευάσαι. ο καὶ διὰ τῆς βασιλίδος Θεοδώρας ἐγένετο, τῆς αὐτοῦ πενθερᾶς. οθεν καλῶς ἐποικοδομήσας καὶ εἰς μοναχικὴν τάξιν ἀγαγὼν ἐκεῖσε τὸν βίον ἐκλιμπάνων ἐτέθη, τὸν τάφον καὶ τὴν αὐ- τοῦ ανωθεν ἐπιγεγραμμένην εἰκόνα μάρτυρα εχων τῶν λεγομένων. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος πλησίον τέθειται αὐτοῦ, πατρικίων τιμῇ ἐγκαταλεγείς, πολλὰ γνωρίσματα τῆς αὐ- τοῦ ἀρίστης βιώσεως ἐν τῷ μοναστηρίῳ καταλιπών. 19 ̓Εγκειμένων δὲ τῶν ̓Αγαρηνῶν καὶ μετὰ πολλῶν μυ-ριάδων τοῦ ̓Ιβραὴμ κατὰ ̔Ρωμαίων ἐκστρατεύοντος, καὶ ὁ Θεόφι-λος ερωτι φιλοτιμίας καὶ γενναιότητος ἐπὶ πόλεμον εξεισιν, αναν- δρον οὐδὲν οὐδὲ μαλακὸν ἐννοῶν· εἰ γάρ τι καὶ δέος προσῆν, ἀλλ' ἡ τῶν σὺν αὐτῷ ἀνδρῶν κατὰ πολέμους