1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

117

αἰτησαμένων ἐν τῇ τῆς τύχης λαμπρότητι. ουτοι δὲ ησαν ὁ τοῦ ἁγίου ∆ιομή- δους τῆς μονῆς προεστὼς καὶ ἡ ἐκ Πελοποννήσου γυνὴ ∆ανηλίς, οις τῶν ἐλπισθέντων ἀπέδωκε μείζονα. τόν τε γὰρ μέγαν ἐν μάρ- τυρσι ∆ιομήδην καὶ ἀναθημάτων πολυτελῶν ἀναθέσει καὶ βιβλίων 317 ἱκανῶν παροχῇ καὶ κειμηλίων αλλων καὶ λαμπρῶν ἐσθημάτων προσαγωγῇ μεγαλοπρεπῶς ἐφάνη κοσμῶν, καὶ τὴν ἐπ' ὀνόματι τούτου μονὴν καὶ κτημάτων ἐπιδόσει μεγάλων τε καὶ προσόδων ἱκανῶν ἀφθόνῳ χορηγίᾳ καὶ δαψιλείᾳ πρὸς τὸ ευπορον ηγαγε, καὶ τὸ πανταχόθεν ἀνενδεὲς αὐτῇ ἐμνηστεύσατο, καὶ κτισμάτων πολυτελέσιν οἰκοδομαῖς κατελάμπρυνε, καὶ παντοίως ὑπερῆρε καὶ κατεπλούτισεν. (74) τὸν δὲ τῆς ∆ανηλίδος υἱὸν αμα τῷ γενέ- σθαι τῆς ἀρχῆς ἐγκρατὴς μεταπεμψάμενος τῷ τοῦ πρωτοσπαθα- ρίου ἐτίμησεν ἀξιώματι καὶ τῆς πρὸς αὐτὸν παρρησίας μετέδωκε διὰ τὴν φθάσασαν κοινωνίαν τῆς πνευματικῆς ἀδελφότητος. ἐπεὶ δὲ καὶ ἡ μήτηρ αὐτοῦ, καίπερ σχεδὸν γραῦς ηδη τυγχάνειν νομι- ζομένη, πόθον εσχε καὶ μεγάλην εφεσιν ωστε τὸν βασιλέα ἰδεῖν καὶ ἀπολαῦσαί τινος καὶ αὐτὴ περισσοτέρας ἐν τῷ γήρᾳ τιμῆς διὰ τὴν ἐκ τοῦ εὐλαβοῦς μοναχοῦ προαγόρευσιν καὶ διὰ τὴν αλλην εὐεργεσίαν τε καὶ δεξίωσιν, προστάξαντος τοῦ βασιλέως ἐντίμως πάνυ καὶ μετὰ μεγάλης δορυφορίας καὶ ὑπηρεσίας πρὸς τὴν βα- σιλεύουσαν ἀνελήλυθεν. ὡς γὰρ ουτε ὀχήματι εποχος ουτε ιππῳ γενέσθαι ην δυνατή, τυχὸν δὲ καὶ τρυφῶσα διὰ τὴν αφθονον τοῦ πλούτου περιουσίαν, ἐπὶ σκίμποδος αὐτὴν ἀνακλίνασα, καὶ τρια- κοσίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυροὺς τὸ σῶμα, βαστάζοντας αὐτὴν ἀνιέναι ἐκελεύσατο, καὶ ουτως ὑπὸ δέκα τὸ λέχος αἰρόντων καὶ ἐκ διαδοχῆς ἀλλήλους ὑπαλλασσόντων τὴν ἐκ Πελοποννήσου μέχρι τῆς βασιλευούσης ταύτης τῶν πόλεων πορείαν διήνυσεν. δοχῆς δὲ γεγονυίας ἐν τῇ Μαγναύρᾳ, καθώς ἐστιν 318 εθος τοῖς βασιλεῦσι ̔Ρωμαίων ποιεῖν, οταν τινὰ τῶν ἐφ' ἡγεμο- νίας εθνους τινὸς περιφανῶν καὶ μεγάλων εἰσδέχεσθαι μέλλωσιν, εἰσήχθη καὶ αὐτὴ πρὸς βασιλέα ἐντίμως τε καὶ λαμπρῶς, εἰσαγα- γοῦσα καὶ δῶρα πολυτελῆ, οια τῶν ἐθνικῶν βασιλέων οὐδεὶς σχε- δὸν μέχρι καὶ τότε πρὸς βασιλέα ̔Ρωμαίων εἰσήγαγεν. ησαν γὰρ οἰκετικὰ μὲν πρόσωπα πεντακόσια, ἐξ ων ὑπῆρχον εὐειδεῖς ἐντο- μίαι τὸν ἀριθμὸν ἑκατόν. ῃδει γάρ, ὡς εοικεν, ἡ πλουτοκράτωρ ἐκείνη γραῦς οτι ἀεὶ τυγχάνει χώρα τοῖς σπάδουσι τούτοις εἰς τὰ βασίλεια, καὶ ἐν τούτοις ὑπὲρ τὰς μυίας ἐν εαρος ωρᾳ κατὰ προ- βάτων σηκὸν ἀναστρέφονται· καὶ διὰ τοῦτο τούτους προηυτρεπί- σατο, ὡς αν δορυφόρους αὐτοὺς εὑρίσκοι τυχὸν διὰ τὴν πάλαι δουλείαν, οταν εἰς τὰ βασίλεια εισεισιν. ησαν δὲ καὶ γυναῖκες σκιάστριαι ἑκατόν, καὶ Σιδόνια εργα παμποίκιλα, α δὴ νῦν πα- ραφθαρέντος τυχὸν τοῦ ὀνόματος τῇ τῶν πολλῶν ἀμαθίᾳ λέγεται σενδαῖς, ἑκατόν, λινομαλοτάρια ἑκατὸν (καλὸν γὰρ ἐπὶ τούτοις κοινολεκτεῖν), ἀμάλια λινᾶ ψιλὰ διακόσια, καὶ ετερα ὑπὲρ τὰ τοῦ ἀραχνίου νήματα εἰς λεπτότητα, ων εκαστον εἰς καλάμου κόνδυλον ἐνεβέβλητο, καὶ αὐτὰ ἑκατόν, καὶ σκεύη πολυτελῆ ἐξ ἀργύρου καὶ χρυσοῦ ἱκανὰ καὶ διάφορα. (75) ἀποδεχθεῖσα δὲ δεξιῶς καὶ φιλοφρονηθεῖσα μεγαλοπρεπῶς ἀναλόγως τῆς προαιρέ- σεως καὶ εὐγενείας αὐτῆς, καὶ μήτηρ καλεῖσθαι βασιλέως ἀξιω- θεῖσα, καὶ πολλῶν μετασχοῦσα βασιλικῶν δεξιώσεων καὶ τιμῶν, 319 ἐγεγήθει τε καὶ ἐγάννυτο καὶ εκπλεως τὰς ἀμοιβάς, μᾶλλον δὲ καὶ ὑπεραιρούσας κατὰ πολὺ διωμολόγει λαβεῖν. διὸ δὴ καὶ προσέ- θηκεν ετι μεγαλοψύχως ἐπὶ τοῖς εἰρημένοις δώροις οὐ μικρὸν καὶ τῆς Πελοποννήσου μέρος, οπερ ὡς ιδιον κτῆμα τυγχάνον αὐτῆς φιλοδώρως τότε τῷ υἱῷ καὶ βασιλεῖ ἐχαρίζετο. διατρίψασα δὲ κατὰ τὴν μεγαλόπολιν ταύτην ἐφ' οσον αὐτῇ φιλοτιμιῶν τε καὶ ἀπολαύσεων, αυθις πρὸς τὴν οἰκείαν χώραν ἀνθυπενόστησεν ωσπερ τις δέσποινα τῶν ἐκεῖθεν βασίλισσα, πολλῷ πλείονας τῶν προτέρων καὶ μείζονας καρπουμένη τιμάς. ον δὲ τρόπον τὴν ανοδον ἐποιήσατο,