1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

14

παντάνακτος ἐξεφαύλισαν πόθῳ (ην γὰρ φύσει τε ευφωνος καὶ ἐν ταῖς μελῳδίαις τῶν κατ' ἐκεῖνο καιροῦ ἀνθρώπων ἡδύτα- τος), τότε δὴ εἰσπηδήσαντες ἀθρόως ἐκ μὲν τῆς πρώτης ἡμάρτα- νον προσβολῆς, πρὸς τὸν τοῦ κλήρου επαρχον ἀποπλανηθέντες, ειτε δή τινι ἐμφερείᾳ καὶ σώματος ὁμοιότητι ειτε κατὰ τὴν κεφα- λὴν ὁμοίᾳ περιβολῇ· κρυμώδους γὰρ ουσης καὶ χειμερίου τῆς ωρας ἑνὶ περιβλήματι ἀμφότεροι διεκαρτέρουν, πίλῳ τὴν κεφαλὴν ὀξυ- τάτῳ περικαλύπτοντες. ἀλλ' ὁ μὲν τοῦ κλήρου καθηγεμὼν τὸν κίνδυνον ἀπεώσατο (αὐτίκα γὰρ γυμνώσας τὴν κεφαλὴν τῷ φαλα- κρώματι τὴν σωτηρίαν ἐθήρασεν), ὁ Λέων δὲ τοῖς ἀδύτοις ἐπι- συρεὶς οὐ σώζεται, ἀλλ' ἀμύνασθαι διεσπούδαζεν. οθεν τὴν τοῦ θυμιατηρίου σειρὰν διαρπάσας, η κατά τινας θεῖον σταυρόν, τοῖς ἐπερχομένοις ἀντιπαρατάττεσθαι ἐβούλετο. ἀλλ' ουτοι πολλοὶ καὶ οὐ καθ' εις ἐπιδραμόντες κατετίτρωσκον, καὶ ως ἀμυνόμενον καὶ τῇ τοῦ σταυροῦ υλῃ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποπέμποντα. ἀλλ' εκαμεν πάντοθεν ὡς θηρίον βαλλόμενος, οτε δὴ καὶ ἀπογνοὺς ορκῳ τῆς ἐνοικούσης χάριτος ἐν τῷ ναῷ τινὰ εὐμεγέθη καὶ γιγαν- ταῖον ἐπιφέροντα ὁρῶν τὴν πληγὴν ἐδυσώπει καὶ ἐξελιπάρει τρα- νῶς· τῆς ἐκ τῶν Κραμβωνιτῶν ουτος ὡρμᾶτο γενεᾶς. ἀλλ' ογε "οὐχ ορκων" εἰπὼν "ἀλλὰ φόνων καιρός," ετι τε κατὰ τῆς θείας ὀμόσας χάριτος, παίει διανταίαν κατὰ χειρὸς ουτω δὴ ἀνδρικῶς ὡς οὐ μόνον τῆς κλειδὸς ἀπαρράξαι ταύτην δεινῶς, ἀλλὰ καὶ τὸ 40 κέρας τοῦ σταυροῦ κοπτόμενον μέχρι πολλοῦ προελθεῖν. συνα- ποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ολμου δίκην τὸ σῶμα καταλιπών. 26 Τοιούτῳ μὲν τέλει βίου ὁ Λέων ἐχρήσατο κατὰ τὸν ∆εκέμβριον μῆνα (ωρα δὲ ην δεκάτη τῆς νυκτός), βασιλεύσας ετεσιν ἑπτὰ πρὸς πέντε μησίν, ὠμότητα μὲν ἐξασκήσας, πρὸς δὲ καὶ ἀσέβειαν, ειπερ τις τῶν πρὸ αὐτοῦ· καὶ τούτοις τήν τε προσ- οῦσαν αὐτῷ πρὸς τὰ κοινὰ ἐπιμέλειαν καὶ τὴν ἐν ταῖς χερσὶν ἰσχὺν καὶ ἀνδρίαν κατῄσχυνεν. λέγεται δὲ καί τινα φωνὴν οὐρανόθεν αὐθωρὸν ῥαγῆναι, τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς· ης καί τινες ἀκηκοότες ναυτίλοι, τὸν καιρόν τε καὶ τὴν νύκτα ἀπογραψάμενοι, ἐκ τῆς υστερον ἐρεύνης ταύτην ευρον ουσαν ἀληθινήν.

{1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΙΧΑΗΛ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ. ΛΟΓΟΣ Β.}

1 ̓Ανῃρηκότες δὲ τὸν Λέοντα οἱ περὶ τὸν Μιχαήλ, ὡς ἐν τῷ πρὸ τούτου ἡμῖν δεδήλωται συντάγματι, τὸ τούτου νεκρὸν σύροντες ἀνηλεῶς τε καὶ ἀφειδῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξή- γαγον, μή τινα φόβον εχοντες ηδη διὰ τὸ πλήρη ειναι τῶν ἐπι- 41 βούλων καὶ συνωμοτῶν τὴν βασίλειον αὐλήν. συνεξέφερον· δὲ αὐτῷ καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τέτταρσι τέκνοις αὐτῶν, Συμ- βατίῳ τῷ κατὰ στέψιμον μετονομασθέντι Κωνσταντίνῳ, Βασι- λείῳ τε καὶ Γρηγορίῳ αμα Θεοδοσίῳ· ους καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, ενθα καὶ τῶν παίδων εὐνου- χισθέντων τὸν Θεοδόσιον συνέβη δυστυχῆσαι περὶ τὴν ζωὴν καὶ τῆς τοῦ σώματος ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. 2 ̔Ο δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παππίου φρουρᾶς ἀνενεχθείς, ετι τοὺς πόδας σιδήρῳ δεδεμένους εχων διὰ τὸ τὴν κλεῖν παρὰ τοῦ Λέοντος φυλαττομένην ἀσφαλείας ενεκεν τέως ειναι ἀφανῆ, ἐπὶ τὸν βασίλειον ἐκάθισεν θρόνον, καὶ παρὰ πάντων τῶν τέως οντων ἐν τῷ παλατίῳ προσεκυνήθη αὐτοκράτωρ ἀναγορευθείς. ηδη δὲ μεσούσης ἡμέρας τῆς φήμης πανταχοῦ διαδραμούσης, τῶν δεσμῶν σφύρᾳ θλασθέντων μόλις, οὐ χεῖρας ἀπονιψάμενος, οὐ τὸν θεῖον φόβον κατὰ νοῦν εἰληφώς, οὐκ αλλο οὐδὲν τῶν δεόντων ποιήσας, πρὸς τὸν θεῖον καὶ μέγαν ναὸν προελήλυθεν τοῦ στέφους ἐκ τῆς πατριαρχικῆς χειρὸς καὶ τῆς πανδήμου τυχεῖν ἐπιθυμῶν ἀναρρή- σεως, ἐκείνους