1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

139

ἀρίστῳ, καὶ ὑπέστρεψεν μετὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ. ὁρῶν δὲ Σαμωνᾶς 376 τὴν τοῦ βασιλέως ἀγάπην πρὸς Κωνσταντῖνον αὐξανομένην, πιττά- κιον συντίθησι μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζιρήθωνος λοιδορίας κατὰ βασιλέως εχον ἀπείρους, διὰ τοῦ ̔Ροδίου Κωνσταν- τίνου τοῦ αὐτοῦ ὑπογραφέως τοῦτο συντάξαντες· οπερ ἐν τῷ μη- τατορίῳ ερριψαν. τοῦ δὲ βασιλέως εἰσεληλυθότος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν αὐτῷ τῷ μητατορίῳ γενομένου, καὶ ἐν ῳ ηυχετο τόπῳ τοῦτο εὑρηκὼς καὶ ἀναγνοὺς πολλῇ θλίψει κατεσκεδάσθη, καὶ ἐζήτει τὸν τοῦτο πεποιηκότα. (30) γέγονε δὲ εκλειψις σελη- νιακή. ὁ δὲ βασιλεὺς τὸν μητροπολίτην Συννάδων Πανταλέοντα προσεκαλέσατο, μαθεῖν παρ' αὐτοῦ τὸ τῆς ἐκλείψεως ἀποτέλε- σμα· ον προσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἠρώτησεν "εἰς τίνα ἡ κάκωσις;" ὁ δὲ εφη "εἰς σέ· καὶ ἐὰν τὴν ̓Ιουνίου τρισκαιδεκάτην διέλθῃς, οὐδὲν εκτοτε πείσῃ κακόν." πρὸς δὲ τὸν βασιλέα ειπεν ὡς εἰς τὸ δεύτερον πρόσωπον ἡ εκλειψις ἀποσκήψει. ὁ δὲ βασιλεὺς ὑπώπτευσεν τοῦτο εἰς ̓Αλέξανδρον τὸν ἑαυτοῦ ἀδελ- φὸν ἀποβήσεσθαι. ὁ δὲ Τζιρήθων ἰδίᾳ τῷ βασιλεῖ μετὰ ταῦτα καθωμολόγησεν ὡς ὁ Σαμωνᾶς ειη τὸ πιττάκιον πεποιηκώς. παρ- ευθὺ ουν καταβιβάζει Σαμωνᾶν εἰς τὸν οικον αὐτοῦ καὶ ἀποκεί- ρει μοναχὸν καὶ ἀπάγει αὐτὸν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. ἐποίησεν δὲ Κωνσταντῖνον παρακοιμώμενον, καὶ εκτισεν αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ παραγενόμενος αμα Εὐθυμίῳ πατριάρχῃ ἐνεκαίνισεν αὐτήν. 31 ̓Οκτωβρίῳ δὲ μηνὶ ναυμαχία γέγονεν ̔Ημερίου λογο- 377 θέτου μετὰ ∆αμιανοῦ καὶ Λέοντος τῶν ̓Αγαρηνῶν, στρατηγοῦντος ἐν Σάμῳ ̔Ρωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡττήθη ̔Ημέ-ριος καὶ μόλις διεσώθη, σχεδὸν ἁπάντων τῶν μετ' αὐτοῦ κεκιν- δυνευκότων. 32 Κοιλιακῷ δὲ νοσήματι περιπεπτωκὼς Λέων ὁ βασι- λεὺς εἰς ἀδυναμίαν ηλθεν ἐσχάτην, ωστε μόλις δυνηθῆναι αὐτὸν κατὰ τὸν βασιλικὸν τύπον ἐν τῷ τῆς ἐγκρατείας δημηγορήσαντα· "ὁρᾶτε κατεσκληκότα με καὶ νόσῳ τρυχόμενον· οὐκέτι τάχα μεθ' ὑμῶν καταλήψομαι τὴν τοῦ Χριστοῦ ἀνάστασιν." γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ τῆς μεγάλης ἐκκλησίας κηρουλάρια, καέντων τῶν τοποθεσιῶν καὶ χαρτοθεσιῶν τῆς πατριαρχικῆς σακέλλης. Μαΐῳ δὲ ιαʹ, ἡμέρᾳ γʹ, ἰνδικτιῶνος ιεʹ, τελευτᾷ Λέων ὁ βασι- λεύς, ̓Αλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὴν βασιλείαν παραδούς· ον ἰδών, ως φασι, πρὸς αὐτὸν ἐρχόμενον εφη "ἰδὲ ὁ κακὸς καιρὸς μετὰ δεκατρεῖς μῆνας." πολλὰ δὲ τούτῳ ἐνέσκηψεν ἐκλιπαρήσας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον φυλάττειν.

{1ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΑΝ∆ΡΟΥ ΥΙΟΥ ΒΑΣΙΛΕΙΟΥ.}1 ̓Αλέξανδρος ἐβασίλευσεν ετος εν ἡμέρας κβʹ σὺν Κωνσταντίνῳ τῷ υἱῷ

Λέοντος. ἀποστείλας δὲ ηγαγεν Νικόλαον ἐκ Γαλακρη- νῶν, καταγαγὼν τοῦ πατριαρχείου Εὐθύμιον, καὶ ἐνεθρονίασεν 378 τὸν αὐτὸν Νικόλαον τὸ δεύτερον. ποιήσας δὲ σελέντιον ἐν τῇ Μαγναύρᾳ ̓Αλέξανδρος κατήγαγεν ἀπὸ τῶν ̓Αγαθοῦ Εὐθύμιον,καὶ αμα Νικολάῳ καθεσθεὶς τὴν αὐτοῦ καθαίρεσιν ἐποιήσαντο. εὐθὺς δὲ ωσπερ ἀνήμεροι θῆρες ἐμπεπηδηκότες τοῦ ἱεροπρεποῦς ἀνδρὸς τὴν σεβασμίαν γενειάδα ἀπέτιλλον καὶ ἐπὶ τράχηλον ωθουν καὶ αλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκα- λοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπιπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ αἰδέσιμος πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος ουν ἐν τοῖς ̓Αγαθοῦ σταλείς, καὶ τέλει τοῦ βίου χρησά- μενος, ἐν τῇ πόλει θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ τοῦ πα- τριάρχου κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας εἰς τὴν Μαγναύραν ἐν τῷ ἐξορίζεσθαι αὐτόν, ὑποστρέψας εἰς τὴν οἰκίαν αὐτοῦ, τὴν αὐτὴν τὴν ωραν ὁ οικος αὐτοῦ πυρκαϊᾷ παρεδόθη ἀοράτῳ. ευρε δὲ καὶ