1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

101

πλησιάζουσι. πρὸ τῆς εω δέ, ουπω τοῦ ἡλίου τὸ ὑπὸ γῆν τελείως παραλλάξαντος ἡμισφαίριον, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ "σταυρὸς νενίκηκε" συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαξάντων ἀπὸ τοῦ ορους καὶ τῶν λοιπῶν. εὐθὺς ουν τῷ ἀνελπίστῳ καταπλαγέντες οἱ βάρβα- ροι, καὶ μήτε συστῆναι μήτε τὸ ἐπιὸν πλῆθος οσον ἐστὶ λαβόντες καιρὸν κατιδεῖν, μήτ' αλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα ἰσχύσαντες συνιδεῖν, ωρμησαν πρὸς φυγήν, τῆς τοῦ βασιλέως τού- τους πάντως ἐπιμόνου ἐκδειματούσης εὐχῆς καὶ συνελαυνούσης πρὸς ολεθρον. τῶν ουν διωκόντων ῥωμαίων καὶ τοὺς μὴ συνόν- τας συνεχῶς ἐπιβοωμένων στρατηγοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συντέτακτο, καὶ τῶν φευ- γόντων εἰς πλείονα φόβον συνελαυνομένων καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπείροις καταστρωθῆναι νεκροῖς. (43) οτε καὶ τὸν ἀναιδῆ καὶ θρασὺν ἐκεῖνον Χρυσόχειρα λέγεται, σὺν ὀλίγοις φεύγοντα τῶν περὶ αὐτόν, ἐπικαταδιώκειν ̔Ρωμαίων τινά, τὸ Πουλάδην παρω- νύμιον φέροντα, ον συνέβη ποτὲ κατὰ Τεφρικὴν γεγονότα αἰχμά- λωτον διὰ τὸ ἀστεϊσμοῦ μετέχειν καὶ χάριτος συνήθη καὶ γνώριμον χρηματίσαι Χρυσόχειρι. ον ἰδὼν ὁ βάρβαρος τότε μετ' ἐνθου- σιασμοῦ καὶ προθυμίας διώκοντα, ἐπιστραφεὶς "τί σοί" φησι "κακόν, ω αθλιε, διεπραξάμην, Πουλάδη, οτι με ουτω καταδιώ- 275 κεις μανιωδῶς, ἐπιθυμῶν ἀνελεῖν με;" ὁ δὲ συντόμως ἀντέφησεν οτι τῶν εὐεργεσιῶν σου, πάτρων, τὴν ἀμοιβὴν ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι ἐν θεῷ, καὶ διὰ τοῦτο κατα- διώκω ὀπίσω σου. ὡς ουν ὁ μὲν προῄει οια βεβλαμμένος τὰς φρένας ὑπὸ θεοῦ, ἀπεγνωσμένος τε καὶ δειλός, ὁ δὲ ἐφείπετο μετ' εὐτολμίας καὶ θάρσους νεανικοῦ, ἐντυγχάνει τάφρῳ βαθείᾳ ὁ διω- κόμενος, ην ὑπερπηδῆσαι ὁ ιππος ἐπεδειλία τε καὶ διώκλαζεν. καὶ εως περὶ ταύτην ὁ Χρυσόχειρ ειχε τὸν νοῦν, βάλλει τοῦτον ὁ Πουλάδης κοντῷ κατὰ τῆς πλευρᾶς, καὶ εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ιππου. καὶ τῶν σὺν αὐτῷ τις, ῳ ∆ια- κονίτζης ην τὸ ἐπώνυμον, ἀπὸ τοῦ οἰκείου ιππου ῥίψας ἑαυτὸν ἐπι- μελείας ἠξίου τὸν πεσόντα δεσπότην, καὶ τοῖς οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς τὸ συμβὰν ἀπωδύρετο. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ετεροι, καὶ καθαλλόμενοι τῶν ιπ- πων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν λειποψυχοῦντος ηδη καὶ ἐκλιμπάνοντος, συγκαταλέγουσι δὲ καὶ τὸν ∆ιακονίτζην ἐκεῖνον τῷ τῶν λοιπῶν δεσμίων ἀριθμῷ. ουτω δὲ παραδόξως καταπολεμηθέντων τῶν δυσμενῶν καὶ τοῦ Χριστιανικοῦ ὑψωθέν- τος καυχήματος, συντόμως μετὰ τῶν τῆς χαρᾶς ἀγγέλων προσα- ποστέλλεται βασιλεῖ ἡ τοῦ Χρυσόχειρος κεφαλή. ἐτύγχανε δὲ τηνικαῦτα διάγων κατὰ τὸ Πετρίον λεγόμενον, ενθα τὸ σεμνεῖον τῆς τῶν οἰκείων θυγατέρων διατριβῆς ἐχρημάτιζεν. καὶ τῆς κεφα- λῆς προσενεχθείσης τῶν οἰκείων ἀναμνησθεὶς προσευχῶν, καὶ πρὸς 276 τὸν ποιοῦντα τὸ θέλημα τῶν ἐπικαλουμένων αὐτὸν μετὰ δακρύων τὸν τῆς διανοίας ἐκτείνας ὀφθαλμόν, τόξον ἐνεχθῆναι καὶ βέλη προσέταξε, καὶ θᾶττον τὴν νευρὰν ἐντείνας τρία κατὰ τῆς παλα- μναίας κεφαλῆς ὀπισθοφανῶς ἀφῆκε βέλη, καὶ εἰς οὐδὲ εν ολως διήμαρτεν, ἐναγιασμόν τινα τοῦτον αξιον τοῦ δυσσεβοῦς προσαγα- γεῖν αὐτῷ οἰηθεὶς ἀντὶ τῶν πολλῶν μυριάδων, ας ἐν πολλοῖς τῆς ἐπικρατείας αὐτοῦ κατηνάλωσεν ετεσι. καὶ τὰ μὲν κατὰ τὸν Χρυσόχειρα καὶ τὴν ἀνθοῦσαν τότε δύναμιν τῆς Τεφρικῆς τοιοῦ- τον τὸ τέλος ἐδέξατο συνεργείᾳ θεοῦ, ταῖς πολλαῖς ἱκεσίαις καμ- φθέντος Βασιλείου τοῦ εὐσεβῶς βασιλεύοντος. 44 Αρτι δὲ τοῦ ἀοιδίμου πατριάρχου ̓Ιγνατίου ὁσίως καὶ θεαρέστως τὸν βίον ἀνύσαντος, καὶ ὑπὸ πλουσίᾳ τῇ πολιᾷ καὶ τῇ κύκλῳ δορυφορίᾳ τῶν ἀρετῶν καὶ τῷ παρὰ πάντων μακαρισμῷ τὴν παροῦσαν ἀλλαξαμένου ζωὴν καὶ διαβάντος πρὸς τὴν ἀμεί- νονα, ἀπέδωκεν αυθις τὴν ἐκκλησίαν καλῶς τῷ μὴ καλῶς ἀντι- ποιεῖσθαι τὸ πρότερον δόξαντι, καὶ κατέστησεν