1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

145

εἰδότες, εγγιστα ηδη τοῦ δρό- μωνος ̔Ρωμανοῦ γεγονότος, ἐπειδὴ ουτος ὀπίσω τοῦ παρακοιμω- μένου Κωνσταντίνου περιπατῶν ἀνήρπασεν αὐτὸν ταῖς χερσὶ καὶ "αρατε αὐτὸν" ἀνεφώνησεν, παραχρῆμα ουτοι τοῦτον ἁρπάσαν- τες εἰς τὴν τοῦ δρουγγαρίου ̔Ρωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν τῇ 392 ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς ουν ὁ ὑπερασπίζων ην η κατοικτείρων τὸν ανθρωπον, πάντων τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. ταῦτα Ζωὴ Αὐγούστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νι- κόλαον καὶ τοὺς αὐτῆς μεγιστάνους, καὶ ἀποστέλλει πρὸς ̔Ρωμα- νὸν τὸ γεγονὸς θέλουσα μαθεῖν. τούτων ουν διαπερασάντων, λί- θοις ὁ λαὸς αὐτοὺς ἐξήλασαν βάλλοντες. εωθεν ουν ἐξελθοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι, πῶς αρα γέγονεν ἡ ἀνταρσία αυτη; εφησε δὲ πρὸς αὐτὴν ὁ παι- δαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος οτι διὰ τὸ ἀπολέ- σαι Λέοντα τὸν Φωκᾶν τοὺς ̔Ρωμαίους καὶ Κωνσταντῖνον παρα- κοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασι. προσελάβετο δὲ ὁ βα- σιλεὺς Νικόλαον τὸν πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. τῇ δὲ ἐπαύριον ἀπέστειλεν ̓Ιωάννην τὸν Τουβάκην Ζωὴν Αὐγούσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυ- γῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οικτον τὸν υἱὸν ἐκίνησεν, ὡς τὸν βασιλέα εἰπεῖν πρὸς τοὺς αγοντας "ἐάσατε μετ' ἐμοῦ ειναι τὴν μητέρα μου." οἱ δὲ ταύτην αμα τῷ λόγῳ ἀφῆκαν. προσκαλεσάμενος δὲ ο τε βασι- λεὺς καὶ ὁ πατριάρχης ̓Ιωάννην τὸν Γαριδᾶν προεβάλοντο δομέ- στικον τῶν σχολῶν, δεδιότες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ ουτ' ενευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον τὸν γυναικάδελφον αὐτοῦ τὸν Ζουφινεζὲρ καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ 393 προεβάλετο ἑταιρειάρχας. ορκοις ουν βεβαιωθεὶς ὑπ' αὐτῶν κατῆλθεν ἐν τῷ οικῳ αὐτοῦ. οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐ- τοῦ τοῦ παλατίου καταβιβάζουσιν. τούτων ουν πρὸς αὐτὸν ἐλ- θόντων, ὡς ἐθεάσατο αὐτούς, τρόμος αὐτὸν ελαβεν καὶ φρενῶν εκστασις. εὐθὺς ουν ἐξῆλθε πρὸς ̔Ρωμανόν, καὶ διηγήσατο αὐτῷ οια πέπονθεν. συμφιλιωθεὶς ουν αὐτῷ, καὶ ορκους δοὺς καὶ λαβὼν ωστε μίαν εχειν ἀμφοτέρους ψυχήν, σύμφρων αὐτῷ καὶ σύμπνους ἐγένετο, ωστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγ- γοντες. 12 Τῇ εἰκάδι ουν τετάρτῃ τοῦ Μαρτίου μηνὸς ἀποστέλ- λει ̔Ρωμανὸς ̓Ιωάννην πρεσβύτερον, οἰκεῖον αὐτῷ καὶ πιστότατον οντα, καὶ Θεόδωρον τὸν Ματζούκην εἰς τὸ παλάτιον ὑπεραπολο- γουμένους, ὡς οὐκ ἐπ' ἀνταρσίας γέγονε τὸ παρ' ἐμοῦ διαπραχθέν, ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μή τι νεω- τερισθείη παρ' αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ενεκα ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασι- λέως. μὴ συνευδοκοῦντος δὲ Νικολάου πατριάρχου ἐν τούτῳ, ἐμηνύθη ̔Ρωμανὸς παρὰ Θεοδώρου τοῦ ῥηθέντος παιδαγωγοῦ ἐλ- θεῖν μετὰ στόλου παντὸς μέχρι τοῦ Βουκολέοντος. ος μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος (τὸ γὰρ αγον ηγεν αὐτὸν) τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραμώμου παρθένου καὶ θεοτόκου (πέμπτη δὲ ην) ηλθεν ενοπλος αμα τῷ στόλῳ παντὶ ἐν τῷ Βου- 394 κολέοντι. καὶ παρευθὺ Στέφανος μὲν μάγιστρος ἐξῆλθε τοῦ πα- λατίου, Νικήτας δὲ πατρίκιος ὁ συμπενθερὸς ̔Ρωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖθεν τὸν πατριάρχην Νικόλαον. ορ- κοις ουν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ ̔Ρωμανοῦ ἀπέστειλαν πρὸς αὐτὸν τὸν ζῳοποιὸν καὶ τίμιον σταυρὸν καὶ προσκυνήσας αὐτὸν καὶ ορκοις βεβαιώσας αὐτοὺς ἀνῆλθε μετ' αὐτῶν ἐν τῷ πα- λατίῳ καὶ ὀλίγων τινῶν, προσκυνήσων τὸν βασιλέα. καὶ εἰσελ- θὼν μετ' αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβών, παρευθὺ προχειρίζεται παρ' αὐτοῦ μάγιστρος καὶ μέγας ἑταιρειάρχης. αὐτίκα γοῦν θεία κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν,