1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

69

τὴν τελείαν τῶν ὑποτεταγμένων προκοπὴν τῆς ἐν τῇ θεοσεβείᾳ καρποφορίας. {Κυρίλλου.} Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν· τὸ δὲ ἐν Βεελαμὼν, ἐν τοῖς πεπιστευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Χριστὸς ὁ εἰρημένος Σαλομὼν ὁ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ ποιῶν εἰρήνην. Μηδεὶς οὖν ζητείτω ἔξω τοῦ Βεελαμὼν, τουτέστι τοῦ ἔχοντος πλῆθος ἀθροίσματος, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ συναγομένου τὸν καρποφόρον ἀμπελῶνα τοῦ Λόγου καὶ Χριστοῦ· ὃν καὶ παρέδωκε φυλάξειν, ἵνα μὴ λυμήνηται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσεται αὐτὸν, μηδὲ τρυγήσωσιν αὐτὸν οἱ παραπορευόμενοι τὴν ὁδόν· 174 καὶ τοιοῦτος ὁ ἀμπελὼν, ὡς τὸν καρπὸν αὐτοῦ φέρεσθαι, ὑπὸ κατηργηκότος ἀνδρὸς τὰ τοῦ νηπίου· καὶ εἶναι ἄξιον ἀργυρίου χιλίων. Λόγου γὰρ τιμίου καὶ πολλοῦ ἀξίου καὶ θαυμασίου, ὃς ἀργύριον εἴρηται, τοῦ ἀμπελῶνος ἄξιος καρπός· ὁ δὲ τῶν χιλίων ἀριθμὸς, ἔχει πρὸς τὴν μονάδα συγγένειαν, διὸ καὶ παρείληπται. Φύλακες δὲ τοῦ ἀμπελῶνος οἱ ἄγγελοι. ιβʹ. Ὁ ἀμπελών μου ἐμὸς, ἐνώπιόν μου· οἱ χίλιοι Σαλομὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. Ταῦτα, εἴτε τῆς Ἐκκλησίας, εἴτε τῆς Νύμφης τοῦ λόγου ψυχῆς, ἐφ' ἑκατέρας ἀμπελὼν καρποφόρος νοεῖται· καὶ οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου· ἤδη δὲ καὶ Σωτῆρος τοῦ ἀληθῶς εἰρηνικοῦ. Λέγει οὖν ἐν τοῖς Κριταῖς πρὸς τὰ ξύλα ἡ ἄμπελος· Ἀφεῖσα τὸν οἶνόν μου τὴν εὐφροσύνην Θεοῦ καὶ ἀνθρώπων, πορευθήσομαι ἄρχειν τῶν ξύλων; οὐκοῦν ἀκόλουθον καὶ τὸν Χριστὸν ἀπὸ καρποῦ τῆς τοιαύτης ἀμπέλου λαμβάνειν, δηλοῖ τὸ Οἱ χίλιοι τοῦ Σαλομών. Εἰκὸς δὲ καὶ τοὺς φύλακας ἀγγέλους μεταλαμβάνειν τοῦ τῆς Νύμφης ἀμπελῶνος, ὅταν παρίσταται, διὰ τοῦ καὶ, Οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ· οὐ γὰρ μόνον τίς φυτεύει, ἀλλὰ τίς καὶ τηρεῖ ἀμπελῶνα, καὶ οὐ φάγεται τὸν καρπὸν αὐτοῦ; Τὰ περὶ Θεοῦ δόγματα τοίνυν, οἱ χίλιοί εἰσι συγγενῶς ἔχοντες τῇ μονάδι, τῷ Σαλομὼν ἀνακείμενοι· τὰ δὲ περὶ τὴν ὕλην καὶ τὰ αἰσθητὰ, τοῖς διακονουμένοις ἐν τῇ ὕλῃ διακοσίοις, πρὸς τὴν δυάδα συγγένειαν ἔχουσι· περὶ ὧν τὸ, Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα· ματαιότης γὰρ ἡ ὕλη καὶ τὰ σωματικά· οἱ δὲ καρποὶ τοῦ ἀμπελῶνος, ἀφ' ὧν οἱ χίλιοι καὶ οἱ διακόσιοι δίδονται, οἱ ὑπὲρ τῶν ληνῶν εἰσι ψαλμοὶ, ἡνίκα οἱ καρποὶ τοῦ ἀμπελῶνος ἐκπιεζόμενοι, τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, καὶ τοὺς τηροῦντας οἶνον ποιήσουσιν. {Ἀπολιναρίου.} Ἐν ἀρχῇ μὲν οὖν ἔλεγον· Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν· ἐν δὲ τῷ τέλει τοῦ βιβλίου τέλειον εἰσήγαγε τὸν καρπόν· καὶ τῷ γῆς βασιλεῖ πολλὴν τὴν ἐκ τοῦ οἴνου τιμὴν καὶ τοῖς φύλαξιν· ὅτε δοξάζεται μὲν ἐπιδημῶν ὁ ∆εσπότης, Παύλου λέγοντος· "Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ·" καὶ φύλαξ, τοῦ ἀμπελῶνος αὖθίς φησι· "Καύχημά ἐσμεν εἰς ἡμέραν Χριστοῦ." Ἀλλ' ἐπεὶ Χριστοῦ χάριτι κατορθοῦται τὸ πᾶν, αὐτῷ πλέον ἀνήκει τέλειον· πολὺ δὲ καὶ τὸ τῶν ὑπηρετῶν, καθὸ διὰ παραβολῶν ἔφη περί τε τοῦ διπλασιάσαντος τὴν μνᾶν, καὶ τοῦ πενταπλασιάσαντος· πόλεσιν ἐπιστησαμένων εἰσαριθμῶν τῷ πολυπλασιασμῷ. Καθόλου δέ φησι Ματθαῖος Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καταστήσει τὸν ἀγαθὸν οἰκέτην καὶ πιστὸν οἰκονόμον· εἰ δὲ μὴ ἔστιν ἀμφοτέρων διαφορὰ, τῶν χιλίων εἰς τοὺς ὑπηρέτας διανέμησις γίνεται· ὅτι τὰ τοῦ Κυρίου λαμβάνουσιν ἀνὰ διακοσίους πενταχῆ διαιρούμενα· ὅτι καὶ πέντε παρθένους ὁ Κύριος ἀπεικάζει τοῖς ἀπαντησομένοις τῶν ἁγίων. Ἐμὸς οὖν ὁ ἀφιερωμένος ἀμπελὼν, καὶ ἡ τούτου καρποφορία μεριζομένη 1752 τοῖς τελείοις ἐξ ἴσου, κατὰ τὴν ἐμὴν μετουσίαν, εἰς τάγματα πέντε, ἀποστόλους, προφήτας, διδασκάλους, διδασκομένους, μάρτυρας, εἰ καὶ κλήματα [ξ. β. κλίμακα] οἱ αὐτοὶ καὶ γεωργοὶ καὶ ἐπιστάται· πολυτρόπως γὰρ οἱ αὐτοὶ δηλοῦνται. Τοῦ ἀληθινοῦ Σολομῶντός ἐστιν ἡ φωνὴ τὸ ὅλον τῆς φυλακῆς τοῦ ἀμπελῶνος ἑαυτῷ μαρτυροῦντος. Εἰδὼς γὰρ τὸ τῶν ἀνθρώπων περὶ αὐτὸν ἀσφαλίζεται τὸ πρὸς τὴν οἴησιν ὀλισθηρόν· μάλιστα