1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

32

μητέρα δὲ αὐτὴν λέγει Χριστοῦ, ἐπειδὴ ἐξ ἐκείνης κατάγεται καὶ τῇ γενεαλογίᾳ καὶ τῇ κατὰ σάρκα οἰκονομίᾳ. ΚΕΦΑΛ. ∆ʹ. αʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιωπήσεώς σου. {Γρηγορίου.} ∆ιὰ τῆς προτροπῆς τῶν προειρημένων τῆς Νύμφης τὴν φιλανθρωπίαν ὁ λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ ∆εσπότου καὶ αὐτὴ θέλει πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅλην ἀποσεμνύνει, καὶ θαυμάζει τὸ κάλλος, ἐμφιλοχωρῶν τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέλεσιν· ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον· καλὴ οὖν, φησὶ, πρὸς αὐτὴν ὁ λόγος, τῇ ἀγαθῇ προαιρέσει τῷ καλῷ προσεγγίσασα· πλησίον δὲ αὐτὴν καλεῖ, διὰ τὸ μιμήσασθαι τὴν αὐτοῦ φιλανθρωπίαν, καὶ ἐγκελεύσασθαι ταῖς λοιπαῖς ψυχαῖς καταλιπεῖν τὰ πρόσκαιρα, καὶ ἐξελθοῦσαν ἰδεῖν τὸν Νυμφίον στεφανηφοροῦντα· διὰ δὲ τῆς ἐπαναλήψεως τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται· ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν ὁ θεῖος ἀποφαίνεται λόγος. Ἐπειδὴ δὲ ἓν σῶμα ἡ Ἐκκλησία, ἐν δὲ τῷ ἑνὶ σώματι μέλη πολλὰ, οὐ τὴν αὐτὴν ἔχοντα πρᾶξιν, τούτου χάριν ὁ ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς, τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου σώματος, ἴδιόν τε καὶ πρόσφορον ἑκάστου ποιεῖται τὸν ἔπαινον· ἄρχεται δὲ ἀπὸ τῶν ὀφθαλμῶν· οὗτοι δ' ἂν εἶεν, οἷον ὁ Σαμουὴλ, ὁ βλέπων γὰρ ὀνομάζετο· καὶ ὁ Ἰεζεκιὴλ, ὁ σκοπεύειν ὑπὸ Θεοῦ τεταγμένος ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ· καὶ Μιχαίας ὁ ὁρῶν, καὶ Μωσῆς ὁ θεώμενος, καὶ διὰ τοῦτο Θεὸς ὠνομασμένος· ὀφθαλμοὶ πάντες ἐκεῖνοι οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι, οἳ καὶ ὁρῶντες ὠνομάζοντο· καὶ νῦν δὲ οἱ τῆς Ἐκκλησίας προεστῶτες, οἱ τὸν αὐτὸν ἐκείνοις τρόπον ἐπέχοντες, καὶ πρὸς τὸ φῶς τῆς ἀληθείας τὸ λοιπὸν σῶμα καθοδηγοῦντες. Περιστεραὶ δὲ, φησὶν, εἴτουν πνευματικοὶ καὶ πρὸς οὐδὲν βλέποντες ὑλικόν· ἢ καὶ τὴν ἀκεραιότητα διὰ τούτων ᾐνίξατο. Ἡ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται ὡς ἂν ὁ λόγος γένοιτο ἐν ἐπαίνῳ ὁ ἄνθρωπος ὁ φαινόμενός τε καὶ νοούμενος· διὰ γὰρ τοῦτό φησιν, Ἐκτὸς τῆς σιωπήσεώς σου· τοῦ γὰρ ἀγαθοῦ βίου, τὸ μὲν ἀνθρώποις πρόδηλον, τὸ δὲ μόνῳ Θεῷ· μαρτυρεῖ τοίνυν ὁ τὰ κρυπτὰ βλέπων πλέον εἶναι τοῦ ὁρωμένου τὸ σιωπώμενον. {Νείλου.} Ἐκτὸς τῆς σιωπήσεως προσέθηκε· τὰ γὰρ πνευματικὰ θεωροῦσα, μᾶλλον ἂν ἦς καλὴ καὶ λέγουσα αὐτά· Σιωπῶσα δὲ ἐξ ἡμισείας εἶ καλὴ, τὰ πρὸς ὠφέλειαν τῶν πολλῶν ἡσυχάζουσα, κἂν μετριάζουσα τοῦτο ποιῇς· κρύπτειν μὲν γὰρ ἔργον ἀρετῆς καλὸν, ὅταν ἡ πρόθεσις ῥέπῃ ἐπὶ τὸ φιλόδοξον· λόγον δὲ τοὺς ἀκούοντας οἰκοδομεῖν δυνάμενον, οὐχ ἡσυχαστέον, κἂν πρὸς ἔπαινον οὐ δεόντως ὁ τοῦ λέγοντος βλέπῃ σκοπός. 1640 {Κυρίλλου.} Ἡ σιωπὴ αὐτῆς σημαίνει τὴν εἰς ἅπαν ὑπακοὴν κατὰ τὸ, "Σιώπα καὶ ἄκουε, Ἰσραήλ." Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ. {Γρηγορίου.} ∆ιὰ τούτων τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται ὁ λόγος· διὰ γὰρ τῶν ἀναισθήτων τριχῶν, τὴν πρὸς τὰ κοσμικὰ ἔργα ἀναισθησίαν· τῶν τὴν πνευματικὴν ἐργασίαν μετιόντων τοῦ βίου πεποιημένων· τρίχωμα γὰρ, τὸ ἀντὶ περιβολαίου δεδομένον ταῖς γυναιξὶ κατὰ τὸν Ἀπόστολον· αἰδώς τε καὶ σωφροσύνη νοεῖται μετὰ τῆς ἐν κόσμῳ νεκρώσεως· ἀναίσθητον γὰρ ἡ θρίξ· διὰ δὲ τοῦ πλεονεκτήματος τῶν τριχῶν, ἀγέλαις αἰγῶν παραβάλλεσθαι ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις· οὕτω χρὴ στοχάζεσθαι, ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου, εἰς χρυσόν τε καὶ πορφύραν μεταποιήσας, φορεῖον ἑαυτῷ ὁ βασιλεὺς κατεσκεύασεν, οὕτως οἶδεν ὁ ποιμὴν ὁ καλὸς, αἰγῶν ἀγέλας παραλαβὼν, εἰς ποίμνια μεταβαλεῖν τὰ αἰπόλια τοῦ ὄρους Γαλαάδ· ἀλλοφύλου δὲ ὄρους ὄνομα τοῦτο, τοῦ τὴν τοιαύτην χάριν ἀνακαλύπτοντος, ὥστε τοὺς ἐξ ἐθνῶν τῷ καλῷ ποιμένι ἀκολουθήσαντας, εἰς τὸ τρίχωμα συντελέσαι τοῦ τῆς Νύμφης κάλλους· δι' ὧν σωφροσύνη τε καὶ αἰδὼς, καὶ ἐγκράτεια, καὶ ἡ τοῦ σώματος νέκρωσις διασημαίνεται· ἢ τάχα συμβάλλεταί τι πρὸς τὴν τῶν αἰγῶν θεωρίαν, καὶ ὁ Ἠλίας τῷ ὄρει τῷ Γαλαὰδ ἐμφιλοσοφήσας