1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

3

νηπιάζουσαι προστρέχουσαι τῇ εὐωδίᾳ· ἡ δὲ τελειωθεῖσα νύμφη εἰς τὰ ἄδυτα ὡς ὁ Παῦλος εἰσάγεται καὶ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. {Ὠριγένους.} Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει, κ.τ.λ. {Κυρίλλου.} Ἥντινα βασιλείαν ταμιεῖον ἐν τοῖς παροῦσι προσαγορεύει. {Νείλου.} Ταμιεῖον, τὸ σῶμα λέγει τὸ Κυριακὸν, εἰς ὃ εἰσῆκται ἡ μακαρία ψυχὴ συνοικήσασα τῷ Θεῷ Λόγῳ καὶ συμβασιλεύουσα σὺν αὐτῷ· εἰς ὅπερ παθεῖν ἦν εἰκὸς τὰς ἀπὸ τῆς Συναγωγῆς ὁρώσας αὐτὴν ὡσανεὶ φρυαττομένην, καὶ μετὰ σχήματος σοβαροῦ τὸ, Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, πρὸς τὰς νεάνιδας λέγουσαν· τοῦτ' εὐσκόπως τῇ γνώμῃ συνειδυῖα, καὶ τὴν κινηθεῖσαν αὐταῖς ἐκ τοῦ διηγήματος ζηλοτυπίαν στοχασαμένη· εἰ τῶν ἐκείναις καθηκόντων ταμιείων τοῦ βασιλέως ἡ δυσμενὴς καὶ μέλαινα ἠξιῶσθαι αὐχεῖ, ὅπερ εἶπον ἂν ἐκεῖναι, ἐξουδενοῦσαι αὐτὴν καὶ χλευάζουσαι, τοῦτο εὐγνωμόνως ὁμολογεῖν αὕτη οὐκ αἰσχύνεται· μετὰ τοῦ προστιθέναι τὴν αἰτίαν, τοῦ εὐλόγως εἰρῆσθαι αὐτὴν παρὰ τοῦ Νυμφίου. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί. {Προκοπίου.} Αἱ νεάνιδες τῇ νύμφῃ φασί· Μετάδος τῆς ἐπιγνώσεως· καθάπερ ὁ προσαναπαυσάμενος τῷ στήθει Χριστοῦ, καὶ φιληθεὶς ἐξ αὐτοῦ μετέδωκε τῆς θεολογίας ἡμῖν. {Γρηγορίου.} ∆ιὰ ταύτης τῆς ῥήσεως τὴν 1553 ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει ὁ λόγος· οἱ γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι, καὶ αὐτόπται τοῦ Λόγου γενόμενοι, οὐκ ἂν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως τὴν αὐτὴν ἐποίησαν χάριν· διὰ τοῦτο πρὸς τὴν νύμφην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ στόμα τοῦ Λόγου γενέσθαι τῶν ἀγαθῶν πληρωθεῖσαν καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν· ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· κοινὴ γὰρ ἡμῶν ἐστι χαρὰ τὸ σὸν ἀγαλλίασμα. Ἀγαπήσωμεν μασθούς σου ὑπὲρ οἶνον, εὐθύτης ἠγάπησέ σε. {Προκοπίου.} Ὡς ἀγαπᾷς σὺ, φασὶν, ὑπὲρ οἶνον τοὺς τοῦ νυμφίου μαστοὺς, οὕτω τοὺς σοὺς ἡμεῖς κατὰ μίμησιν σὴν, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ γάλα ποτίζεις. {Ἀπολιναρίου.} ∆ιὰ τοῦτο ὑπὲρ ἀνθρωπίνην ἀγαπῶμεν τὴν τῶν σῶν λόγων ἐπιῤῥοήν· ὅτι σε ἠγάπησεν ἡ εὐθύτης ὁ Ἰησοῦς· δι' οὗ τὸ σκολιὸν εἰς ὀρθὸν ἀπευθύνεται· τοιοῦτος ὁ μαθητὴς ὃν ἠγάπα ὁ Ἰησοῦς. {Ὠριγένους.} Ἤγουν εἰ καὶ νῦν δι' ἀσθένειαν, κ.τ.λ. δʹ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών. {Νείλου.} Εἰ καὶ μέλαινα νῦν ὑμῖν εἶναι δοκῶ, σημεῖά τινα τῆς προτέρας ἐπιφέρουσα καταστάσεως, ἴστε ὅτι ὡς ἐπὶ σκηνῆς τῷ Αἰθιοπικῷ δέρματι ἐγκέκρυπται κάλλος ἀμήχανον, ὅπερ ἀναλάμψει ἐν τῷ γαμικῷ λουτρῷ. {Ὠριγένους.} Ἐν γὰρ τῇ κολυμβήθρᾳ τοῦ βαπτίσματος ὅταν με λούειν μέλλῃ, τότε ἀναβήσομαι λαμπρὰ, τὴν ἐπισυμβᾶσαν σκοτεινὴν ποιότητα ἀπονιψαμένη· ὡς καὶ ὑμᾶς τότε ὁρώσας θαμβεῖσθαι καὶ λέγειν· Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκασμένη; Τί οὖν κομπάζετε, θυγατέρες Ἱερουσαλὴμ, ἐπὶ τῇ τῶν πατέρων οἰκειότητι, ἔργοις ἀρνησάμεναι τὴν οἰκειότητα αὐτῶν, καὶ τὴν ἐκ πίστεως ἀπωσάμεναι δικαίωσιν; Τὸ δὲ, ὡς σκηνώματα Κηδὰρ καὶ δέῤῥεις, τῶν δύο ποιοτήτων τὰς ἀκρότητας ἐν αἷς γέγονε σημαίνει, ἀρετῆς καὶ κακίας, τὴν τῆς εἰδωλολατρείας μελανότητα μεταθεμένη, καὶ καλὴ γενομένη ὡς τὰς Σολομῶντος δέῤῥεις· ἢ καὶ σκηνώματα Κηδὰρ τοὺς ἀπὸ ἐθνῶν φησιν· δέῤῥεις δὲ Σολομὼν τοὺς ἐξ Ἰουδαίων συνελθόντας καὶ προστιθέντας τῇ πίστει. {Θεοδωρήτου.} Ἔστιν ἐξ ἐθνῶν Ἐκκλησία, μέλαινα μὲν ὡς ἐξηπατημένη καὶ τῇ κρίσει τῶν ἀλόγων κατεσποδωμένη· καλὴ δὲ περιμένουσά σε τὸν ἐξ οὐρανοῦ ἥξοντα διὰ τὴν ἐμὴν σωτηρίαν ∆εσπότην· δεδήλωκε δὲ κατὰ ταυτὸν, τῆς δυσσεβείας τὸν ζόφον καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος αὐτῇ ὥραν. {Ὠριγένους.} Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, κ.τ.λ. {Γρηγορίου.} Μὴ θαυμάζετε, φησὶν, ὅτι εὐθύ 1556 της ἠγάπησέ με· ἀλλ' ὅτι καὶ μέλαιναν οὖσαν ἐλάμπρυνεν, διὰ τὴν ἐφ' οἷς ἐμελανώθην μετάνοιαν· καὶ ὑμεῖς τοίνυν, εἰ καὶ πρώην ὑμῖν τὸ σκότος ἐνῴκησεν (τοῦτο γὰρ τὸ Κηδὰρ), γένεσθε δέῤῥεις τοῦ Σαλομὼν, Χριστοῦ τοῦ εἰρηνικοῦ βασιλέως, καὶ τοῦ φωτὸς