1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

65

τρίτου τοίνυν τὸ αὐτὸ, φησὶν, προσθεῖσα τὸ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἀντὶ τοῦ, ἐπειδὴ ἐγὼ ἀνεθέμην αὐτῷ ἐμαυτὴν, πέπεισμαι ὅτι κἂν περισπασθῇ μικρὸν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἐπ' ἐμὲ ἐπιστρέψει. {Κυρίλλου.} Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. {Φίλωνος.} Ἢ καὶ ἀγρὸν τὸν κόσμον καλεῖ, κώμας δὲ τὰς Ἐκκλησίας, ἀμπελῶνας δὲ τὰς εὐκάρπους ψυχὰς, τὸ δὲ, ὀρθρίσωμεν, τὴν ἄγνοιαν ἀπελάσωμεν· ἀνθῆσαι δὲ ἄμπελον τὸ κήρυγμα, τὸν κυπρισμὸν δὲ τοὺς λευκαυθέντας ἐν τῷ βαπτίσματι· πρὸς δὲ τὰς Ἐκκλησίας ἢ τῶν πιστῶν τὰς ψυχὰς, εἰ καὶ φαίνεται ἐπὶ καρποφορίαν θαῤῥοῦσα, ἀλλὰ τὸ κρίνειν οὐκ ἀποδίδωσιν ἑαυτῇ. {Ὠριγένους.} Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει ὡς παρ' ἐμοί. ιαʹ, ιβʹ. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥόαι. {Ὠριγένους.} Περὶ τῶν ὑποδεεστέρων ἡ Νύμφη παρακαλεῖ, κ.τ.λ. {Νείλου.} Ἀπὸ τὴς σωματικῆς ὥρας διαγράφει τὴν πνευματικήν· ἀγρὸν καὶ κώμας καὶ ὀρθρινὴν ἐπὶ τοὺς ἀμπελῶνας ἔξοδον, τῷ Νυμφίῳ ὑποθεμένη· ἀγρὸν τοίνυν φησὶ τὸν κόσμον, κῶμαι δὲ δύνανται λέγεσθαι αἱ Ἐκκλησίαι καὶ αἱ χωρητικαὶ τοῦ λόγου ψυχαί· αὗται γὰρ ἄμπελοι λέγονται, καὶ ῥόαι ἀνθοῦσαι διάφοροι ταύτης αἱ ἀρεταὶ, αἳ διὰ μὲν τῶν θλίψεων, οἶνος γενόμεναι ἀμπέλου· αἱ δὲ τὴν ἐλπίδα δι' ὑπομονῆς ἀσφαλίζουσαι ῥόαι. Ἐκεῖ δὲ πάλιν ἐπαγγέλλεται δώσειν τοὺς μασθοὺς, ἐπὶ τὴν τελειότητα μεταβληθησομένους, καὶ ἐπὶ οἰνότητα ἀπὸ γαλακτότητος· λέγει δὲ καὶ τοὺς μανδραγόρας δεδωκέναι ὀσμήν· τάχα τοὺς ἀπὸ μιμήσεως τοῦ Χριστοῦ τὸ εὐῶδες τῶν καλῶν ἔργων πνέοντας· καὶ γὰρ ὁ μανδραγόρας μιμεῖται τὸ 1737 τοῦ μήλου σχῆμα καὶ τὴν εὐωδίαν· τοιοῦτος ἦν Παῦλος, ὡς μανδραγόρας κατ' ἀμφότερα τὸ μῆλον Χριστὸν μιμούμενος. Εἴποις δ' ἂν καὶ τοὺς συναναστάντας Χριστῷ εἶναι μανδραγόρας, ἐκ τοῦ τὴν ῥίζαν εἶναι ἀνδροείκελον, δι' ἧς σημαίνεται ἡ νεκρότης· καὶ ἐπὶ θύραις δὲ ὅντα τὰ ἀκρόδρυα, εἰκότως καὶ ἀκολούθως εὐαγγελίζεται νέα πρὸς παλαιοῖς τετηρηκέναι λέγουσα· ἐπὶ θύραις γὰρ ὄντως καὶ πλησίον ἐν χερσὶ τὰ ἀγαθὰ τῶν τῆς εὐαγγελικῆς πολιτείας καρπῶν· φησὶν οὖν, Πρὸς τῇ φυλακῇ μὲν τῶν νέων παραγγελμάτων, καὶ τὰς παλαιὰς ἐντολὰς τετήρηκα. Ἐκεῖ δώσω τοὺς μασθούς μου σοί. Τοῖς γὰρ πιστοῖς τὰ βάθη τῶν δύο ∆ιαθηκῶν ἀποκαλύπτεται· ἐπαγγέλλεται τοίνυν τὰ ἐν ταύταις νοήματα τῷ Νυμφίῳ ἀνατιθέναι. ιγʹ. Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν. Οἱ μανδραγόραι ὑπὸ γῆν οὐρανομόρφους ἔχουσι ῥίζας. Οἱ νεκρώσαντες οὖν ἑαυτοὺς διὰ Χριστὸν, ἔδωκαν εὐωδίαν ἔργων ἀγαθῶν· ἢ οἱ νεκροὶ τῆς Χριστοῦ παρουσίας αἰσθανόμενοι, τῆς ἀναστάσεως δέδωκαν τὴν ὀσμήν. Καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα· νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι. Τὰ ἤδη καρποφοροῦντα πρὸς ταῖς θύραις φησίν· δηλοῖ δὲ τοὺς κατὰ τὴν Παλαιὰν καὶ Νέαν ἀνθοῦντας. {Φίλωνος.} Ἤγουν κεῖσθαί φησιν ἐν τοῖς αἰσθητηρίοις ἡμῶν τὰς ἀρετὰς καὶ κακίας· καὶ ὅτι τὴν Παλαιὰν ἡ Καινὴ ∆ιαθήκη ἐπισφραγίζει. ΚΕΦΑΛ. Ηʹ. αʹ. Τίς δώσει, ἀδελφιδέ μου, θηλάζοντα μασθοὺς μητρός μου; Τῆς ἄνω Ἱερουσαλὴμ, φησὶν, ἧς σύμβολον ἡ ἐπὶ γῆς κειμένη, ῥεούσης γάλα καὶ μέλι, ἐν ᾗ βούλεται τῷ Νυμφίῳ συνεστιᾶσθαι· γάλα δὲ νῦν, ἡ ἄδολος καὶ τρυφητικὴ τροφή. {Κυρίλλου.} Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς Νύμφης, συνευωχουμένου Χριστοῦ· ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. {Φίλωνος.} Ἐν γὰρ τοῖς ἀρτιγεννήτοις ὑπὸ τοῦ Πνεύματος μορφούμενος ὁ Χριστὸς, θηλάζει τὴν σοφίαν δι' αὐτῶν. {Νείλου.} Τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπιθυμεῖν ἡ Νύμφη ἔοικεν· ἐν ᾗ συγκαταβαίνων διὰ τὸ ἀνθρωποπαθὲς, εὔληπτος αὐτῆς ἔσται, καὶ τῆς οἰκείας καταστάσεως ἔξω εὑρεθεὶς, μένων ὃ ἦν, μετὰ παῤῥησίας αὐτὴν κατασκευάσει,