1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

30

πορφύρα νομίζεται· τὸ δὲ ἡγεμονικὸν αὐτῶν ἐν ᾧ τὴν κεφαλὴν αὐτοῦ κλίνει ὁ τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν· ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται· δι' ὧν ἁπάντων, ἀγάπη ἀπὸ τῶν θυγατέρων Ἱερουσαλὴμ συνίσταται. Εἰ δὲ βούλοιτό τις, φορεῖον μὲν πᾶσαν λέγει τὴν Ἐκκλησίαν, καταμερίζει δὲ καὶ τὰς τῶν ἐνεργειῶν διαφορὰς εἰς πρόσωπά τινα τοῦ φορείου τὰ μέλη, πολλὴν καὶ οὕτως εὐκολίαν ὁ λόγος ἔχει, ἑκάστῳ τάγματι τῶν κατὰ τὴν Ἐκκλησίαν τεταγμένων, ἐφαρμόσαι τοῦ φορείου τὰ μέρη· "Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας," καὶ τὰ ἑξῆς· ὡς διὰ τῶν ὀνομάτων τούτων, τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων, ἱερέας νοεῖσθαι, καὶ διδασκάλους, καὶ τὴν σεμνὴν παρθενίαν, τὴν ἐντὸς τοῦ φορείου τῇ καθαρότητι τῶν αὐγῶν, οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν· καὶ διὰ τῆς τοῦ βίου καθαρότητος τῆς ἄνω Ἱερουσαλὴμ θυγατέρας δείκνυσθαι, ἐν αἷς ἡ τοῦ Θεοῦ ἀγάπη ἐνεργὸς γίνεται. {Νείλου.} Τὸ φορεῖον, σκεῦος θρόνῳ παραπλήσιον δεχόμενον τὸν καθεζόμενον· τοῦτο δὲ τάχα ὁ Παῦλός ἐστι τὸ, "Σκεῦος τῆς ἐκλογῆς." Καὶ γὰρ θρόνον αὐτὸν καλεῖ ἡ σοφία λέγουσα ἀλλαχοῦ· "Συμπαρήμην ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων·" ἐπ' ἀνέμων δὲ ἀφωρίσθη, διὰ τὸ πλῆθος τῶν πειρασμῶν καὶ τῶν περιστάσεων· ἢ καὶ διὰ τὸ κούφοις ποσὶ περιδραμεῖν τὴν οἰκουμένην τῇ σπουδῇ τοῦ κηρύγματος. Φορεῖον οὖν ἐστιν οὗτος, τὸν μὲν νοῦν ἔχων ἀνάκλιτον χρύσεον, ἐφ' οὗ ἀναπαύεται ὁ Νυμφίος· τὸν δὲ λόγον στύλους ἀργυρίου· τῷ γὰρ ἀποστολικῷ λόγῳ στηρίζεται τὸ κήρυγμα τὸ ἐκκλησιαστικόν. Στύλοι οὖν οἱ λόγοι, διὰ τὸ ἑδραῖον καὶ ἀμετάθετον· ἀργύριον δὲ διὰ τὸ δόκιμον καὶ ἀνεπίληπτον τοῦ Ἀποστόλου· καὶ ἡ ἐπίβασις δὲ τούτων ἐστὶ πορφύρα· οἱ γὰρ διὰ τῶν τούτου λόγων ὁδεύοντες εἰς βασιλείαν φθάνουσιν οὐρανῶν, τῷ ἀξιώματι ἐπιβαίνοντες ὡς πορφύρα, καὶ λέγοντες μετὰ τοῦ Παύλου, "Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει·" καὶ τὸ ἐντὸς αὐτοῦ λιθόστρωτον, ἡ τιμία τῶν ἀρετῶν καὶ καλὴ ἐν ἀποῤῥήτῳ διάθεσις· ἃς ὅταν μὲν θεμέλιός ἐστιν ὁ Χριστὸς, ὡς λίθους τιμίους τούτῳ ἐποικοδομεῖ· ὅταν δὲ βάσις τῷ τοῦ φορείου ἐδάφει ψηφολογῇ, ποικίλην καὶ εὐανθεστάτην τοῖς βασιλικοῖς ποσὶ κατασκευάζει τὴν ἐπίβασιν· καὶ τοῖς πολιτευομένοις κατὰ τὴν ἀποστολικὴν παράδοσιν, εὐμαρῆ καὶ λείαν τὴν προκοπὴν ἐργαζόμενος· ἢ τάχα καὶ τὸ ἀνεπίφαντον καὶ ἀτράγῳδον δηλοῖ· τὴν γὰρ τοῦ ἐναρέτου πολιτείαν κρυφαίαν εἶναι βούλεται· ὅθεν καὶ διὰ τοῦ ἐντὸς εἰπεῖν, τὸ ἀδημοσίευ 1633 τον ἐδήλωσε τῆς ἀρετῆς· καὶ ἀγάπην δὲ συγκατασκευάσθαι φησὶ τῇ τοῦ φορείου κατασκευῇ· χωρὶς γὰρ ταύτης οὐδὲν τῶν λοιπῶν ἀρετῶν ὄφελος. Ἀπὸ ξύλων δὲ τοῦ Λιβάνου ἐστὶ τὸ φορεῖον ἐκ τῶν κατὰ σάρκα συγγενῶν αὐτοῦ Ἰσραηλιτῶν· τούτους γὰρ ὁ Λίβανος σημαίνει. Φορεῖον Σαλομὼν, οἱ ἅγιοι ἐν οἷς Χριστὸς ἀναπαύεται· ξύλα δὲ Λιβάνου οἱ ἀπὸ Ἰσραὴλ τροπικῶς. Ἀλλ' ὅταν μὲν, "Συντρίβε Κύριος πὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτύνει αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον," περὶ τῶν μὴ τηρησάντων λέγει τὴν θεοσέβειαν ἐν ᾗ κατεφυτεύθησαν· περὶ ὧν καὶ Ἡσαΐας· "Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται·" ὅταν δὲ διὰ τὴν τοῦ ναοῦ κατασκευὴν λέγει τῷ Χειρὰμ ὁ Σαλομὼν, "Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα τοῦ Λιβάνου," περὶ τῶν ἀναφερομένων ὁ λόγος ἐπὶ τὴν πνευματικὴν ἐκ λίθων ζώντων οἰκοδομὴν, τοῖς ζῶσι λίθοις ἀναλογούντων ξύλων· ὡς δὲ λόγῳ κεκοσμημένοι ἀργύριον λέγονται. Εἰσὶ δὲ καὶ ἀνάκλιτον τοῦ ἀναπαυομένου λόγου, καὶ ἔχοντος ποῦ τὴν κεφαλὴν κλῖναι· τὸ δὲ χρυσίον ὁ νοῦς. Ὁπηνίκα δὲ τυχὸν ὁ Παῦλος ἀπὸ τῶν ἐν ταῖς περιστάσεσι καμάτων μὴ νικηθῇ, οἱονεί τινι βαφῇ ἑαυτῷ πορίζεται νηχόμενος· πρέπουσαν πορφύραν τῷ ἐν αὐτῷ βασιλεῖ λόγῳ ἐντρυφῶντι τῇ τῶν ἀποστόλων περὶ τὰς περιστάσεις ὑπομονῇ· τὸ δὲ ἐν τοῖς τοῦ φορείου λιθόστρωτον ἔστρωται, ἐξ ὧν ἕκαστος ἑαυτῷ συνάγει λίθων τιμίων ἐπιοικοδομῶν χρυσὸν ἄργυρον καὶ λίθους τιμίους.