1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

61

προασπάσασθαι, θέλει προλαβεῖν. 1724 θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος, θάμβος ὡς τεταγμέναι; Νόει τὴν Νύμφην ἀνακεχωρηκέναι τοῦ Νυμφίου, τοὺς πολλοὺς αἰδουμένην ἐπαίνους· παρατιθεὶς δὲ ταύτην τὰς τῶν ἄλλων τῶν προσεληλυθότων ψυχὰς ὁ Νυμφίος, θαυμαζέτω τῆς ἀπούσης τὴν τελειότητα, ἐφ' οἷς αἱ θεωροῦσαι θυγατέρες αὐτῆς τὸ κάλλος, μακαρίζουσιν αὐτήν· καὶ αἱ παλλακαὶ καὶ βασίλισσαι ὡς θυγατέρα αἰνοῦσιν· ἐφ' οἷς ἡ Νύμφη καθάπερ ἐπὶ σκηνῆς λαμπροτάτη γενομένη φαινέσθω· καὶ τοῖς ἑτέροις ὁ Νυμφίος, τὰ προκείμενα λεγέτω περὶ αὐτῆς. Ἡ προκύπτουσα γὰρ ἐκ σκότους ψυχὴ, ὄρθρῳ πρῶτον εἰκάζεται, διὰ τὸ ἄρτι ἀρχομένας ἡμέρας καταυγάζεσθαι· ἐκκύψασα δὲ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, γίνεται ὡς ἐκλεκτὴ σελήνη τουτέστιν ἡ πανσέληνος, μὴ ἔχουσα ἐν ἑαυτῇ μέρος ἀφώτιστον τοῦ τῆς δικαιοσύνης Ἡλίου. Ἀλλ' ἐπεὶ ἡ σελήνη εἰς ἀρχὰς τέτακται τῆς νυκτὸς, οὐχ ἵσταται δὲ τὰ τῆς ἀμώμου καὶ ἀσπίλου Ἐκκλησίας, κατὰ τὸ τῆς σελήνης παράδειγμα, διὰ τοῦτο κατὰ τὸ παρ' Ἡσαΐᾳ, ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος· τὸ δὲ φῶς αὐτῆς οὕτω καταπληκτικὸν, ὡς ἐκθαμβηθῆναι τοὺς ὑποδεεστέρους· ἴσον δύνασθαι τῶν ἐν αὐτῇ θεωρημάτων τὸ πλῆθος καὶ τῶν ἐκ τούτων ἔργων, ὅλῳ τῷ πλήθει τῶν ἐν τῷ παντὶ τεταγμένων. Τάχα δὲ ἐκ τοῦ νενοηκέναι τὴν ἐν τοῖς λόγοις τάξιν καὶ πάντων ἀνειληφέναι τὸν λόγον, τύποι ἐγγινόμενοι αὐτοὶ τῶν τεταγμένων ποιοῦσιν αὐτὴν εἶναι ὡς τὰς τεταγμένας ἐν τῷ παντὶ δυνάμεις. {Νείλου.} Τὸ ἐπουράνιον αὐτῆς πολίτευμα καταπλαγέντες οἱ φίλοι τοῦ Νυμφίου ἐθαμβήθησαν, καὶ ὁμολογοῦσι τὴν ἔκπληξιν, τὸ φῶς τῶν πράξεων αὐτῆς βλέποντες λάμπον ἔμπροσθεν τῶν ἀνθρώπων· ὅπως πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα, τεταγμένη ἐστὶ τῇ καταστάσει, οὐδὲν ἔχουσα πλημμελὲς, οὐδὲ συγκεχυμένον. Καλὴ δέ ἐστιν ὡς σελήνη, καὶ ἐκλεκτὴ ὡς ἥλιος· ἐπειδὴ καὶ τὰς ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ φωτίζει ἑκάστῃ καταστάσει τῶν ὠφελουμένων προσφόρως ἁρμοζομένη· καὶ ὡς ὄρθρος δὲ ἐκκύπτει τῆς οἰκείας ἕξεως συγκαταβατικῶς· οὐχ ὅλην δὲ αὐτὴν δεικνύουσα τοῖς ὅλην ἰδεῖν οὐ δυναμένοις, ἀλλὰ μερικῶς ἐκκύπτουσα πρὸς τὴν ἀναλογίαν τῆς τῶν ὁρώντων δυνάμεως· καὶ ἐκκύπτουσα ὡς ὄρθρος, οὐχ ὡς μεσημβρία οὐδὲ ὡς φέγγος ἡμερινόν· διὰ μὲν τὸ ἔτι τυγχάνειν ἀγεύστοις τῆς ἀπολαύσεως, δυναμένους ἡλιακῆς εὐθέως μετέχειν ἀκτῖνος· διὰ δὲ τὸ παρεληλυθέναι τὴν ζοφώδη κατάστασιν, χρῄζοντας ὀρθρινοῦ καὶ προσηνεστέρου φωτός· ὥστε μὴ ἀθρόᾳ ἡλιακῆς ἀκτῖνος αἴγλῃ καταλαμφθέντα ἀδικηθῆναι τὸν ἐν τῷ σκότει ἐνόντα ὀφθαλμόν. {Ἀπολιναρίου.} Καὶ κατὰ διαφόρους δὲ δυνάμεις, διαφόροις ἀπεικάζεται πράγμασιν· ἔχει γὰρ τῆς μὲν σελήνης τὸ προσηνὲς, τοῦ δὲ ἡλίου τὸ καθαρόν. {Φίλωνος.} Ἐπειδὴ γὰρ ὤφθη πρὸς μικρὸν τῷ 1725 θανάτῳ ὡς σελήνη, καὶ ἀνανεοῦται τῇ ἀναστάσει ὡς ἥλιος διὰ τὴν τῆς ἀρετῆς λαμπρότητα, θάμβους ἐστὶν ἀξία, ὡς ἀγγέλοις γενομένη ὁμοδίαιτος. ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι. Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ. {Ὠριγένους.} Κατά τι παράδειγμα οἱ δίκαιοι, κ. τ.λ. {Νείλου.} Ἡ Νύμφη διηγεῖται ὡς καταβᾶσα εἰς κῆπον καρύας πρὸς τοὺς ἐπ' ἁμαρτήμασι παιδευομένους, οὐ τῇ τυχούσῃ ῥάβδῳ, ἀλλὰ καρυΐνῃ, πολὺ τὸ πικρὸν ἐχούσῃ καὶ ἐπίπονον, ἰδεῖν τὸν ἀπὸ τῆς παιδείας καρπὸν, ἰδεῖν ποῖον γέννημα γεωργοῦσιν. Οἱ ἐν τῷ χειμάῤῥῳ τῶν πειρασμῶν καταλελειμμένοι, εὐχαρίστως φέρουσι τὰ τῆς παιδείας δεινὰ, ἢ δυσανασχετοῦσι καὶ δυσφημίας καρποὺς ἀποδιδόασι τῷ ἰατρικῶς, ἀλλ' οὐ τιμωρητικῶς παιδεύοντι· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ῥόα· οἱ ἐκ μεγάλων κατορθωμάτων διὰ ῥᾳθυμίας μικρᾶς, εὐκόλως ἁμαρτίᾳ ἁλόντες· καὶ εἰ ἤνθησαν οὗτοι οἱ παρελθόντες τὸ τοῦ χειμάῤῥου ἀνυπόστατον ὕδωρ, μὴ παρασυρέντες πρὸς βλάσφημον ἔννοιαν· εἶτά φησι, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τοὺς ἔτι τὸ τῆς νηπιότητος ἔχοντας γάλα· ἵνα βελτιωθῶσιν ἀπὸ οἴνου τῆς σῆς διδασκαλίας. Καὶ ἐπεὶ