1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

42

ἐμφαίνων καὶ καθαρὸν τῶν δογμάτων· ἡ δὲ πηγὴ ἕτοιμος πρὸς πόσιν παντὶ τῷ αἰτοῦντι λόγον· τὸ δὲ φρέαρ, τὸ βάθος τοῦ πλούτου δηλοῖ· οὗ δὲ ἡ πηγὴ καὶ τὸ ζωτικὸν φρέαρ ἀπὸ Λιβάνου, τουτέστι θεόθεν εἰς ἑαυτὴν ὀξὺ καθέλκει τὸ ῥεῖθρον. {Κυρίλλου.} Αἱ γὰρ ἀρεταὶ μὲν, διὰ τῶν ἀρωμάτων σημαίνονται· ξύλα δὲ τοῦ Λιβάνου, τοὺς προφήτας φησίν· διὰ δὲ τῆς σμύρνης καὶ τῆς ἀλόης, ὅτι ἐνταφιασθεὶς ὁ Χριστὸς ἐκοινώνησε τοῖς προλαβοῦσιν ἁγίοις· κατελθὼν γὰρ εἰς ᾅδου τούτους ἀνήγαγεν. {Νείλου.} Τὰ δῶρα τῆς Νύμφης παράδεισον ὀνομάζει Χριστὸς, διὰ τὸ πάντα ἔχειν τὰ παρὰ ἀνθρώποις τίμια· ἔχει δὲ οὗτος ὁ παράδεισος, ῥόας μὲν, τοὺς τῷ αὐστηροτέρῳ βίῳ τὸ ἐδώδιμον τῆς ἀρετῆς ἐγκρύπτοντας, τάχα τοὺς τὸν μοναδικὸν καὶ ἐγκρατῆ τρόπον ἐπανῃρημένους· καρποὺς δὲ ἀκροδρύων, τοὺς τῷ καρπῷ κομῶντας τοῦ πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μετὰ τοῦ ἐναρέτου καὶ τὸ μειλίχιον ἔχοντας· οἱ μὲν γὰρ τῇ ῥόᾳ ὁμοιούμενοι, ἔχουσι τὸ ἀστεμφὲς καὶ αὐχμηρὸν σκυθρωπάζοντες· οἱ δὲ τοῖς ἀκροδρύοις παραπλήσιοι, τὸ πρὸς πάντας προσηνές· ἀγάπη γὰρ καὶ χαρὰ καὶ εἰρήνη, τούτων ὁ καρπὸς, ὧν χρηστότερον οὐδὲν, φαιδρᾷ διαθέσει δεξιουμένων τοὺς ἐντυγχάνοντας· ἔχει δὲ καὶ κύπρους μετὰ νάρδων, τοὺς τῇ ἀκμῇ τῆς θεοσεβείας τὸ θερμὸν καὶ διάπυρον τοῦ ζήλου κεκτημένους· νάρδος δὲ καὶ κρόκος καὶ κάλαμος καὶ κινάμωμον, ἐπειδὴ συν 1668 τιθέμενα ποιεῖ τὸ ἅγιον τῷ νόμῳ θυμίαμα, οἱ τῇ προσευχῇ προσκαρτεροῦντές εἰσιν· πρῶτα δὲ μῦρα, οἱ τὴν περὶ Τριάδος γνῶσιν εἰληφότες· σμύρνα δὲ καὶ ἀλόη, οἱ τὰ μέλη νεκρώσαντες καὶ συνταφέντες Χριστῷ· πηγὴ δὲ κήπων, ὁ τοὺς ἀσθενεστέρους ποτίζων λόγος· καὶ φρέαρ ὕδατος ζῶντος, ὁ τὰ βαθύτερα τοῖς πολλοῖς ἀσύνοπτα παραδιδοὺς μυστήρια· ῥοιζοῦσαν δὲ αὐτὴν ἀπὸ τοῦ Λιβάνου εἶπεν τὴν πηγὴν ἢ τὸ φρέαρ, διὰ τὸ τοὺς διδασκάλους τῆς Ἐκκλησίας ἀπὸ τοῦ Ἰουδαϊκοῦ ὁρμᾶσθαι γένους· τούτους γὰρ σημαίνει ὁ Λίβανος, καὶ τὸ ῥοίζωμα τῆς πηγῆς, δείκνυσιν ὁ Παῦλος Ἀθηναίοις δημηγορῶν, καὶ ποταμοὺς λόγων ἀναστέλλων τῷ οἰκείῳ ῥείθρῳ τοῦ λόγου· ταῦτα παράδεισον ὁ λόγος ὠνόμασεν, ἕδνα τῆς Νύμφης ὄντα· οὓς αὐτῷ πρὸ γάμου προσήνεγκεν ἢ ἀπέστειλε, τὸ σεμνὸν καὶ ἐν τούτῳ τῆς παρθενικῆς φυλάττουσα καταστάσεως· αἱ γὰρ ἀποστολαὶ τοῦτο σημαίνουσι· ὄτι οἴκοι μένουσα καὶ θαλαμευομένη, αἰδημόνως τὰ δῶρα δι' ὦν ἄξιον ἦν, τῷ Νυμφίῳ προσήνεγκεν. ιʹ. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. {Γρηγορίου.} Καὶ ἡ Νύμφη μιμεῖται τὸν ἐγερθέντα Νυμφίον, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσαντα, καὶ οὐχ ἡμερῶν ἐπιτάσσειν, ἀλλ' ἀποχωρεῖν καὶ φεύγειν διακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ νότος ῥέῃ, μηδὲ μιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτοῦ τὴν φοράν· τί δ' ἂν λέγοι βοῤῥᾶν; ἢ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους τὸν τῆς κατηφείας τοῦ χειμῶνος τοῦ νοητοῦ ἐργάτην, ὃς ἐν ταῖς Παροιμίαις σκληρὸς ὀνομάζεται, διὰ τὸ τῶν ψυχῶν ἁπαλὸν φύσει, ὑδατοδίκην ἀπολιθοῦν διὰ τῆς πήξεως καὶ σκληρὸν ἀπεργάζεσθαι· διὰ τί δὲ τούτῳ τῷ ὀνόματι παρωμοίωται; διὰ τὸ ἐκεῖνον τόπον ἀφεγγῆ τε εἶναι καὶ κατεψυγμένον εἰς ἀεὶ διαμένειν· μήτε λαμπόμενον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων, μὴ θαλπόμενον, διὰ τὸ τὴν κίνησιν τοῦ ἡλίου τῷ νοτιαίῳ μέρει πρὸς τὰς δυσμὰς ποιεῖσθαι· αὕτη τοίνυν ἡ κατὰ τῶν παθῶν καὶ τῆς ἀντικειμένης δυνάμεως τὸ κράτος ἀναδυσαμένη, κατ' ἐξουσίαν τῆς ἰδίας ἀρχῆς τὸ ψυχρὸν πνεῦμα ἀποδιώκει· προσκαλεῖται δὲ τὸν μεσημβρινὸν καὶ θερμὸν, ὅπερ ὀνομάζει νότον· δι' οὗ τῆς τρυφῆς ὁ χειμάῤῥους ῥεῖ, ὥστε τῇ βιαίᾳ πνοῇ, καθάπερ ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς τοῖς ἐμψύχοις φυτοῖς ἐπιπεσόντα, κινῆσαι τοῦ Θεοῦ τὴν φυτείαν, πρὸς τὴν τῶν ἀρωμάτων φοράν· καὶ παρασκευάσαι διὰ στόματος ῥεῖν τὴν εὐώδη προφητείαν καὶ τὰ σωτήρια τῆς πίστεως δόγματα· τοιοῦτος γὰρ ποταμὸς ἀρωμάτων ἦν, ἐκ τοῦ κήπου τῆς Ἐκκλησίας ῥέων διὰ τοῦ πνεύματος ὁ μέγας Παῦλος· οὗ τὸ ῥεῖθρον Χριστοῦ εὐωδία ἦν τοιοῦτος ἄλλος, ὁ Ἰωάννης, ὁ Λουκᾶς, καὶ οἱ λοιποί. {Νείλου.} Τῶν προειρημένων φυτῶν δεῖξαι βουλομένη τὸ εὐγενὲς καὶ