1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

20

ψυχῆς γίνεται· ἀλλ' ἐλθόντος τοῦ τὸ ἕαρ τῶν ψυχῶν ἡμῖν ἐμποιήσαντος, καὶ τοῖς πνεύμασι καὶ τῇ θαλάσσῃ ἐπιτιμήσαντος, πάντα γέγονε γαλήνης μεστά· καὶ πάλιν ἔρχεται ἀναθάλλειν 1604 καὶ τοῖς ἰδίοις ἄνθεσιν ἡ φύσις ὡραΐζεσθαι, εἴτ' οὖν ταῖς ἀρεταῖς· αἳ νῦν μὲν ἀνθοῦσιν, ἰδίῳ δὲ καιρῷ παρέξουσι τὸν καρπόν· δεῖ οὖν ἐν τῷ ποικίλῳ τούτῳ χειμῶνι εἰσελθόντας ἐκ τῶν ἀνθέων τούτων δρέψασθαι, καὶ στεφάνους ἑαυτοῖς κατασκευάσαι· ὁ γὰρ καιρὸς τῆς τομῆς αὐτῶν ἔφθακε· τοῦτό σοι διαμαρτύρεται ἡ τοῦ τρυγόνος φωνή· τουτέστιν ἡ φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἰωάννης γάρ ἐστιν ὁ τρυγὼν, ὁ τοῦ φαιδροῦ ἔαρος Πρόδρομος, ὁ τὸ ἐκ ῥίζης Ἰεσσαὶ ἄνθος ὑποδεικνύων τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν ἐκ τῶν κακῶν διδάσκων μετάνοιαν, καὶ τὴν κατ' ἀρετὴν πολιτείαν· Ἠκούσθη γὰρ, φησὶν, φωνὴ τοῦ τρυγόνος ἐν τῇ γῇ ἡμῶν· τάχα γῆν, τοὺς κατεγνωσμένους ἐν κακίᾳ κατονομάζων, οὓς πόρνους καὶ τελώνας τὸ Εὐαγγέλιον, ἐν οἷς ἠκούσθη τοῦ Ἰωάννου ὁ λόγος, τῶν λοιπῶν οὐ παραδεξαμένων τὸ κήρυγμα· τὸ δὲ περὶ τῆς συκῆς εἰρημένον ὅτι ἐξήνεγκεν ὀλύνθους αὐτῆς, οὑτωσὶ τῷ λόγῳ κατανοήσωμεν· ἑλκητικὴ τῆς ἐν τῷ βάθει νοτίδος διαφερόντως ὑπὸ θερμότητός ἐστιν ἡ συκῆ· πολλῆς δὲ κατὰ τὰς ἐντεριώνας τῆς ἰκμάδος συνισταμένης, ἀναγκαίως ἡ ῥύσις, διὰ τῆς τῶν ὑγρῶν πέψεως τῆς ἐν τῷ φυτῷ γινομένης, τὸ ἀχρεῖόν τε καὶ γεῶδες τῆς ἰκμάδος, ἐκ τῶν ἀχρημόνων ἀποσκευάζεται· πολλάκις τοῦτο ποιεῖ, ἕως ἂν τὸ εἰλικρινές τε καὶ τρόφιμον ἐν τῷ καθήκοντι καιρῷ προβάλλει κεκαθαρμένον τῆς ἀχρήστου ποιότητος· τὸ τοίνυν πρὸ τοῦ γλυκέος τε καὶ τροφίμου καὶ τελείου ὑπὸ τῆς συκῆς ἐν καρπῶν εἴδει προβαλλόμενον ὄλυνθος λέγεται, ὅπερ τοῦ καρποῦ προοίμιον γίνεται, οὐκ αὐτὸ καρπός· ὁ ταῦτα τοίνυν θεασάμενος καὶ τὸν καρπὸν ὅσον οὔπω ἐκδέχεται· ἐπειδὴ τοίνυν τὸ πνευματικὸν ἔαρ ὑπογράφει τῇ Νύμφῃ ὁ λόγος· ὁ δὲ καιρὸς οὖτος μεθόριός ἐστι, τῆς τε χειμερινῆς κατηφείας, καὶ τῆς ἐν τῷ θέρει τῶν καρπῶν μετουσίας· διὰ τοῦτο τὸ μὲν παρῳχηκέναι τὰ κακὰ, διαῤῥήδην εὐαγγελίζεται, τοὺς δὲ καρποὺς τῆς ἀρετῆς, οὕπω τελείως προδείκνυσιν· ἀλλὰ τούτους μὲν ἐν τῷ καθήκοντι καιρῷ ταμιεύεται, ὅταν ἐνστῇ τὸ θέρος ὅπερ ἐστὶ συντέλεια τοῦ αἰῶνος· νῦν δὲ τὰς ἐλπίδας δείκνυσι διὰ τῶν ἀρετῶν ἀνθούσας, ὧν ὁ καρπὸς ἐν τῷ ἰδίῳ καιρῷ προφαίνεται· τῆς τοίνυν ἀνθρωπίνης φύσεως κατὰ τὴν μνημονευθεῖσαν ἐνταῦθα συκῆν, πολλὴν διὰ τοῦ νοηθέντος ἡμῖν χειμῶνος τὴν κακὴν ἰκμάδα συλλεξαμένης· καὶ ὡς τὸ ψυχικὸν ἔαρ ἐργασάμενος, πρῶτον μὲν ἐκβάλλει τῆς φύσεως πᾶν ὅσον γεῶδες καὶ ἄχρηστον, ἀντὶ ἀχρημόνων δι' ἐξομολογήσεως ἀποσκευάζων τὰ περιπτώματα, εἶθ' οὕτω χαρακτῆρά τινα τῆς ἐλπιζομένης μακαριότητος διὰ τῆς ἀστειοτέρας ζωῆς ἐπιβάλλων τῷ βίῳ, οἷόν τισιν ὀλύνθοις, τὴν μέλλουσαν γλυκύτητα τῶν συκῶν εὐαγγελίζεται· οὕτω νόησον καὶ τὴν κυπρίζουσαν ἄμπελον· ἧς ὁ μὲν οἶνος ὁ τὴν καρδίαν εὐφραίνων, πληρώσει ποτὲ τὸν τῆς σοφίας κρατῆρα, καὶ προκείσεται τοῖς συμπόταις εἰς ἀπολαυσιν· νῦν μέν τοι κυπρίζει διὰ τοῦ ἄνθους ἡ ἄμπελος· ταῦτα προδείκνυσι τῇ Νύμφῃ ὁ λόγος τοῦ καλοῦ τῶν ψυχῶν ἔαρος τὰ γνωρίσματα· καὶ ἐπισπεύδει πρὸς τὴν τῶν προκειμένων ἀπόλαυσιν, διεγείρων αὐτὴν τῷ λόγῳ καὶ φησιν. {Νείλου.} Τὸ ἀνάστα, καλοῦντός ἐστι καὶ διεγείροντος· ἀπὸ γὰρ τῶν κατὰ τὸν νόμον ταπεινῶν παραγγελμάτων, ἐπὶ τὰ ὑψηλότερα μαθήματα τῶν εὐαγγελικῶν παραδόσεων αὐτὴν διεγείρων καλεῖ· 1605 κατάλιπε, φησὶν, τὸν νηπιώδη νόμον, τὸν τὴν ἐνέργειαν τῶν ἁμαρτημάτων κωλύοντα, καὶ ἐλθὲ ἐπὶ τὴν χάριν τὴν ἐκκόπτουσαν καὶ τὸ φαῦλον ἐνθύμιον· ἀνάστα ἀπὸ τῶν γηΐνων, πρόκοψον ἐπὶ τὰ οὐράνια· ἀνάστα ἀπὸ τῶν τύπων, πορεύθητι ἐπὶ τὴν ἀλήθειαν· ἀνάστηθι ἀπὸ τοῦ στοιχειώδους νόμου, φθάσον ἐπὶ τὴν τελειότητα· χειμῶνα λέγει τὸν τοῦ πάθους καιρὸν, ἐν ᾧ πάντες ἐχειμάσθησαν τῷ τῆς ἀπιστίας πνεύματι· καὶ γὰρ καὶ αἰσθητὸς χειμὼν ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον· οὗ παρελθόντος ὁ ὑετὸς ὁ προφητικὸς, καὶ ὁ νομικὸς λόγος ἐπαύσατο· τῆς γὰρ φωνῆς