1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

48

περιελθοῦσαν αὐτήν· καὶ διὰ τὸ ἐγκαταλειφθῆναι τραυματισθεῖσαν ὑπὸ τῶν φυλασσόντων τὴν πόλιν δυνάμεων, καὶ τὴν καλύπτραν τῆς παρθενικῆς αἰδοῦς, ὅπερ θέριστρον ὀνομάζει, ἀφαιρεθεῖσαν εʹ. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν μύρα, δάκτυλοί μου σμύρναν πλήρη. {Γρηγορίου.} Ἔλαβον, φησὶν, δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαί μου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ἐκουσίως μοι τῆς τῶν μελῶν ἐνεργηθείσης νεκρώσεως· ἀπέῤῥεον γὰρ αἱ χεῖρες σμύρναν, αἵτινές εἰσιν αἱ ἐνεργητικαὶ τῆς ψυχῆς κινήσεις, ἀφ' ἑαυτῶν στάζουσαν τὴν σμύρναν, καὶ οὐκ ἄλλοθεν, ὑποδεξάμεναι, ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως· ὡς ἐν πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ἐνορᾶσθαι διάθεσιν· ὡς μὴ τεθνάναι μὲν ἀκολασίᾳ τυχὸν, ζῇν δὲ τύφῳ ἢ θυμῷ, ἢ φιλοχρηματίᾳ, ἤ τινι τούτῳ· οὗ κακῶς ζῶντος οὐκ ἔστι πλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης. Οὐ γὰρ διὰ πάντων φαίνεται τῶν ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσις· οὔσης γὰρ διπλῆς ἐν ἡμῖν τῆς ζωῆς, τῆς μὲν παχείας καὶ ὑλικῆς καὶ βαρείας, τῆς δὲ νοερᾶς καὶ κούφης, μέσον ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν προαίρεσις, ἐν ᾧ ἂν μέρει γένηται, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια· καὶ ἐν ᾗ ἂν ζῇ, τῇ ἑτέρᾳ πάντως ἀποθνήσκει. Ἐπὶ χεῖρας τοῦ κλείθρου, [ʹ] ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου. {Γρηγορίου.} Πρὸς τοσοῦτον μέγεθος ἐπαρθεῖσα, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· οὐδὲ λογίζεται καθ' ἑαυτὴν κατειληφέναι, ἀλλ' ἔτι πρὸς τὸ ὑπερκείμενον τρέχει, τοῖς ἔμπροσθεν ἑαυτὴν ἐπεκτείνουσα. Ἡ γὰρ πλήρης γενομένη τῆς σμύρνης, πᾶσι τοῖς τοῦ βίου ἐπιτηδεύμασι τὴν πρὸς τὸ κακὸν ἐπισημαίνουσα νέκρωσιν· καὶ τὸ ἑκούσιον τῆς ἀρετῆς διὰ τὸ οἴκοθεν ἀποστάξαι τῶν χειρῶν τὴν σμύρναν· ἅψασθαι, φησὶ, τὰς χεῖρας αὐτῆς τοῦ κλείθρου, ἤγουν τὰ ἔργα αὐτῆς ἐγγίσαι τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἧς τὸ κλεῖθρον ἐγχειρίζει τοῖς κατὰ Πέτρον ὁ λόγος· ἀνοίγει τοίνυν ἑαυτῇ τῆς βασιλείας τὴν θύραν, διά τε τῶν 1685 χειρῶν ἃ τὰ ἔργα δηλοῦσι, καὶ διὰ τοῦ κλείθρου τῆς πίστεως· δι' ἀμφοτέρων γὰρ τούτων ἡ κλεὶς τῆς βασιλείας τοῦ λόγου ἐν ἡμῖν κατασκευάζεται. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. {Γρηγορίου.} Ὅτε ἤλπισε κατὰ Μωσέα γνωστῶς ἰδεῖν τὸν ποθούμενον, τότε παρῆλθε τὴν κατάληψιν αὐτῆς ὁ ζητούμενος· παρῆλθε δὲ, οὐ καταλιπὼν τὴν ἑπομένην αὐτῷ ψυχὴν, ἀλλὰ πλέον αὐτὴν ἐφελκόμενος· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος, τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. Αὐτὴν οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον, ὁδηγῷ κεχρημένη τῷ λόγῳ εἰπόντι, ὅτι· "Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός· καὶ ὅτι δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, διελεύσεται καὶ ἐξελεύσεται." {Ὠριγένους.} Ἡνίκα ἔφθασεν ἡ Νύμφη τὸ κλεῖθρον, κ.τ.λ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. {Ὠριγένους.} Συνεχῶς ἡ ψυχὴ, κ.τ.λ. {Γρηγορίου.} Ὅτε ἀνέστη διὰ τοῦ θανάτου, ὅτε ἐπληρώθη τῆς σμύρνης, ὅτε προσήγαγε τῷ κλείθρῳ διὰ τῶν ἔργων τὰς χεῖρας, καὶ εἰσοικίσασθαι τὸν ποθούμενον ἤλπισε, τότε ὁ μὲν παρέρχεται, ἡ δὲ ἐξέρχεται, οὐκ ἔτι μένουσα ἐν οἷς ἦν· οὐδὲ γὰρ ἐν τῷ καταλαμβάνεσθαι τὸ μέγεθος τῆς θείας γνωρίζεται φύσεως, ἀλλ' ἐν τῷ παριέναι πᾶσαν καταληπτικὴν φαντασίαν καὶ δύναμιν· ἡ γὰρ ἐκβᾶσα ἤδη τὴν φύσιν ψυχὴ, ὡς ἂν μηδενὶ τῶν συνήθων πρὸς τὴν γνῶσιν τῶν ἀοράτων κωλύοιτο, οὔτε ζητοῦσα τὸ μὴ εὑρισκόμενον ἵσταται, οὔτε καλοῦσα τὸ ἀνεκφώνητον παύεται· πῶς γὰρ ἂν καὶ εὑρεθείη, ὃν μηνύει τῶν εὑρεθέντων οὐδέν; οὐ τόπος, οὐ σχῆμα, οὐ χρῶμα, οὐ ποσότης, οὐ περιγραφὴ, ἀλλὰ πάσης καταληπτικῆς ἐφόδου ἐστὶν ἐξώτερον· ἐζήτησα τοίνυν αὐτὸν διὰ τῶν εὑρετικῶν τῆς ψυχῆς δυνάμεων· ἐν λογισμοῖς καὶ νοήμασι, καὶ πάντων ἐξώτερον ἦν, τὸν προσεγγισμὸν τῆς διανοίας διαδιδράσκων· καὶ ἐκάλουν ὅση δύναμις, ἐπινοοῦσα φωνὰς ἐνδεικτικὰς τῆς ἀφράστου μακαριότητος· ὁ δὲ κρείττων ἦν τῆς τῶν σημαινομένων ἐνδείξεως. ζʹ. Εὕροσάν με φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ φύλακες τῶν τειχέων. {Γρηγορίου.} Ταῦτα ἴσως δόξει τισὶν ὀδυρομένης μᾶλλον,