1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

16

τὸ δὲ ὥρκισα, ἀντὶ τοῦ ὁρκίζω· ὅρκος δέ ἐστι λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν· ὅρκος δὲ λέγεται, κἂν ὄμνυσί τις κἂν ὁρκωθῇ. {Νείλου.} Τὸ μὲν διεγεῖραι, σαφῶς ταῖς θυγατράσιν Ἱερουσαλὴμ εἴρηται· τὴν ἐν τίνι δὲ ἀγάπην, τὴν ἐν αὐταῖς, ἢ τὴν ἐν τῷ νυμφίῳ, ἢ τὴν αὐτῇ λεγούσῃ, ἄδηλον. Εἰ μὲν οὗν τὴν ἐν ἐκείναις ἀγάπην διεγερθῆναι βούλεται, δύναται τοιοῦτόν τι λέγειν· ὅτι Ὦ βραδεῖς καὶ ἀσυναίσθητοι τῶν συμφερόντων, πόσον κέρδος παρορᾶτε διὰ ἀπειρίαν! Ὅπερ τοῖς ἀγαπῶσι τὸν Νυμφίον, ἐκ τοῦ ἀγαπᾷν περιγίνεται· ὁρκίζω ὑμᾶς κατὰ τῶν δυνάμεων τοῦ ἀγροῦ, τῶν τὰ τοῦ κόσμου διοικουσῶν, καὶ τῆς ἰσχύος αὐτῶν ᾗ καταργοῦσι τοὺς ἐναντίους, ἐγεῖραι καθεύδουσαν ἐν ἡμῖν, καὶ ἐξεγεῖραι τὴν πρὸς τὸν Νυμφίον ἀγάπην· καὶ γνῶναι τὴν ἡδονὴν τὴν ἐμὴν, ἐκ τοῦ ἐν πείρᾳ γενέσθαι αὐτῆς· παρακαλεῖ δὲ αὐτὰς τὸ ἐκείνων κέρδος σκοποῦσα, καὶ τὴν ὠφέλειαν αὐτῶν λογιζομένη· ἐὰν δὲ τὴν τοῦ Νυμφίου ἀγάπην διεγερθῆναι θέλῃ, τοῦτό φησιν· Ὁρκίζω ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, προσελθεῖν τῷ ὑπ' ἐμοῦ ἠγαπημένῳ, καὶ τὸ ἐμὸν πάθος ἀναγγεῖλαι αὐτῷ· ὅπως αὐτὸν ἀγαπῶσα οἴκοι μένειν οὐ δύναμαι, ἐξελαύνοντός μου τοῦ πόθου, καὶ πάσας ἐπιέναι τὰς ὁδοὺς ἀναγκάζοντος, μήπω καὶ ἐκ τύχης συναντῇ τῷ ποθουμένῳ· ἀμφιβάλῃ γὰρ τάχα, μή ποτε οὐκ ἀληθῶς ἀγαπᾶται· καὶ ἤδη φαίνεται καὶ συντυχοῦσα καὶ λόγον ἀκούσασα παρὰ τοῦ Νυμφίου τὴν ἀγάπην δηλοῦντος· ὑποχωρεῖ γὰρ ὁ Νυμφίος πολλάκις, πλεῖον αὐτῆς τὸν ἔρωτα διεγείρων, καὶ τὸ μαραινόμενον τῆς ἐπιθυμίας ἀναῤῥιπίζων· ἔν τισι δὲ τῶν ἀντιγράφων ἔχει, Μὴ ἐγείρητε, μηδὲ ἐξεγείρητε, ἐὰν μὲν τὴν πρὸς ἑαυτὴν τοῦ Νυμφίου, ὅτι οὐ χρείαν ἔχω μεσίτου· οἶδα γὰρ ὅτι ἀξία γενομένη αὐτοῦ, τὸ θέλημα αὐτοῦ πρὸς τὴν ἐμὴν ἀγάπην διεγείρω· οὐ γὰρ μαστροπεύεται ὁ οὐράνιος ἔρως· αὐτὸς δὲ ἐπιφοιτᾷ τῷ κάλλει τῆς ψυχῆς ἑλκόμενος, καὶ τοῖς ἔργοις τῶν ἀρετῶν πληροφορούμενος, οὐχὶ δὲ φήμαις τῶν γινομένων πειθόμενος· ἐὰν δὲ τὴν ἐκείνων μὴ ἐγείρητε τὴν πρὸς αὐτὸν ἀγάπην· ἔτι γὰρ ἡμῖν χρεία καιροῦ τοῦ ἐν φόβῳ δουλεύειν αὐτῷ, οὐκ ἐχούσαις τέως βεβηκυῖαν τὴν τῶν ἀγαπώντων κατάστασιν, 153 μήπως ἀώρως τὴν ἀγάπην κινήσασα καταστηνιάσητε αὐτοῦ· ἅτε μηδέπω μαθοῦσα κεχρῆσθαι τῇ ἀγάπῃ καλῶς. ηʹ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούσ. {Γρηγορίου.} Ἐν τοσαύταις ἀνόδοις ὑψωθεῖσα δι' ἀγάπης πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν ἡ κεκαθαρμένη ψυχὴ, οὔπω κατειληφέναι δοκεῖ τὸ ζητούμενον· πάσας γὰρ τὰς ἀναβάσεις ἐκείνας, οὐ θεωρίαν τε καὶ κατάληψιν τῆς ἀληθείας, ἀλλὰ φωνὴν τοῦ ποθουμένου κατονομάζει, διὰ τῆς ἀκοῆς χαρακτηριζομένην τοῖς ἰδιώμασιν, οὐ διὰ τῆς κατανοήσεως γινωσκομένην τε καὶ εὐφραίνουσαν· φωνὴ, φησὶν, οὐκ εἶδος, οὐ πρόσωπον, οὐ χαρακτὴρ ἐμφαίνων τοῦ ζητουμένου τὴν φύσιν· ἀλλὰ φωνὴ, στοχασμὸν μᾶλλον ἢ βεβαίωσιν ἐμποιοῦσα περὶ τοῦ φθεγγομένου ὅς τίς ἐστι· τοῦτο δὲ παρίστησι καὶ τὸ ποικίλον τῆς ὀπτασίας· Ἰδοὺ γὰρ, φησὶν, οὗτος ἥκει, οὐχ ἑστὼς, οὐδὲ περιμένων, ὡς διὰ τῆς ἐπιμονῆς γνωρισθῆναι τῷ ἀτενίζοντι, ἀλλ' ἀφαρπάζων ἑαυτὸν τῶν ὄψεων, τῷ πηδᾷν καὶ διάλλεσθαι, καὶ νῦν μὲν δορκάδι, νῦν δὲ νεβρῷ παρεικάζεσθαι· τάχα τοίνυν προβλέπει τὴν πόῤῥωθεν κηρυχθεῖσαν, ὕστερον δὲ φανερωθεῖσαν, τοῦ Θεοῦ Λόγου διὰ σαρκὸς οἰκονομίαν· μαρτυρεῖται γὰρ τοῖς ἔργοις ἡ θεία φωνὴ, καὶ συνάπτεται τῷ λόγῳ τῆς ἐπαγγελίας ἡ ἔκβασις καθώς φησιν ὁ ∆αβίδ· ὅτι, "Καθάπερ ἠκούσαμεν οὕτω καὶ ἴδωμεν." Φωνὴ τοῦ ἀδελφιδοῦ μου, τοὐτέστιν οὗ ἠκούσαμεν, Ἰδοὺ οὗτος ἥκει· τοῦτον οὖν τοῖς ὀφθαλμοῖς εἰσδεξάμεθα· γέγονεν οὖν ἡ φωνὴ τοῦ Νυμφίου διὰ τῶν προφητῶν ἐν οἷς ἐλάλησεν ὁ Θεός· καὶ μετὰ τὴν φωνὴν ἦλθεν ὁ Λόγος, ἐπιπηδῶν τοῖς ἀντικειμένοις ὄρεσι, καὶ τῶν βουνῶν καθαλλόμενος, τοὐτέστι καταπατῶν καὶ καταλύων τὰ πονηρὰ τῆς τῶν δαιμόνων κακίας ὑψώματα. {Νείλου.} Ἐπειδὴ Θεὸς ἦν ὁ ἀγαπώμενος, οὐ τεκμηρίοις σωματικοῖς πιστούμενος, διαθέσεως δὲ προσέχων, καὶ λογισμοῖς ἐμβατεύων, εὐθὺς ἐπιφαίνεται παραμυθούμενος τῆς