1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

27

{Ὠριγένους.} Καλὴ λίαν ἡ ἀναβαίνουσα, κ. τ.λ. 1624 {Νείλου.} Ἔκπληξιν παρέσχε τοῖς ὁρῶσιν ἡ Νύμφη· ὅτι καὶ ἀπὸ ἐρήμου ἀνέβαινε, καὶ ὡς στελέχη καπνοῦ τεθυμιαμένη, καὶ ὅτι οὐκ ἄλλοθεν τεθυμίασται, ἀλλ' ἀπὸ σμύρνης καὶ λιβάνου, καὶ κονιορτῶν μυρεψοῦ· ταῦτα δὲ πάντα σημαίνει τὴν ἀναχώρησιν τῶν γηΐνων· ἡ γὰρ ἀποσχομένη τῆς κακίας ψυχὴ, καὶ τῶν φαύλων πράξεων ἀργίαν ἄγουσα, καὶ τὸν τῶν ζιζανίων σπορέα ἀρνησαμένη ἐν ἐρήμῳ ἐστὶ, προκόπτουσα ἐν τοῖς ἀγαθοῖς ἔργοις δὲ, ἄρχεται ἀναβαίνειν ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη· ὡς γὰρ ὁ καπνὸς ἀρξάμενος ἀπὸ τῆς γῆς, στελεχοῦται δὲ ἐπὶ τὸν ἀέρα, ὅμως δέχεται ὡς ῥίζης τῆς συμπεπνιγμένης τοῖς ξύλοις φλογός· ὅταν δὲ ἐκλίπῃ κάτωθεν ἡ ὕλη, διαζευχθεὶς τῆς γῆς, ὅλως ἀναχωρεῖ τῷ ἰδίῳ μέρει συναναμιγνύμενος καὶ ἀναστοιχειούμενος εἰς ἑαυτόν· οὕτως ἡ τῶν γηΐνων ἀναχωροῦσα ψυχὴ, κἂν προκόπτῃ ἐπὶ τὰ οὐράνια, οὐ πρότερον μεθίσταται τελείως ἐπ' αὐτὰ, πρὶν ὁλοσχερῶς ἐκλίπῃ τὰ γήϊνα· τὸ δὲ σμύρναν καὶ λίβανον εἶναι τὴν συναναμεμιγμένην εὐωδίαν τῇ στελέχῃ τοῦ καπνοῦ, τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὸν ἐξ ἐγκρατείας ὑποπιασμὸν δηλοῖ· μεθ' ὦν προκόπτουσα ἐμύριζε τοὺς παρατυγχάνοντας· καὶ ὁ κονιορτὸς δὲ τῶν ἀρωμάτων, σύμφωνός ἐστι τῷ τοῦ κηρύγματος νοήματι· καὶ γὰρ οὗτος ἀπὸ τριβῆς τῆς παχείας γῆς, λεπτὸς ἐπιπολάζει τῷ προσώπῳ ταύτης· κινούμενος δὲ τοῖς τῶν ὁδοιπορούντων ποσὶ μετέωρος αἴρεται, πρὸς ὕψος χωρῶν. Ἀλλ' ἐὰν αἱρετικὴ ψυχὴ οὖσα τύχῃ, ἢ τὸ καλὸν διά τι ποιοῦσα καὶ τὸ δι' ἑαυτὸν, κονιορτός ἐστι γῆς. ὀλίγον ὑψουμένη. καὶ πάλιν εὐχερῶς πρὸς τὸν οἰκεῖον καταφερομένη τόπον, διὰ τὴν πρὸς τὰ κάτω προσπάθειαν· ἐὰν δὲ ἐκκλησιαστικῇ πίστει σκοπῷ τῆς πρὸς τὸ Θεῖον εὐαρεστήσεως τὸ ἄνω φυτὸν ἔχουσα, κονιορτός ἐστι μυρεψοῦ, τῇ ὑψηλῇ πολιτείᾳ τὴν τῶν δογμάτων εὐωδίαν ἀνακεκραμμένην ἔχουσα· δύναται δὲ καὶ δογματικῶς περὶ τῆς Ἐκκλησίας λέγεσθαι· ἀπὸ ἐρήμου γὰρ τῆς μὴ ἐχούσης ἄνδρα, αὕτη ἀνέβη· σμύρναν καὶ λίβανον πνέουσα διὰ τὸ συντετάφθαι Χριστῷ· καὶ διὰ τὸ τὸν κονιορτὸν τῶν κοσμικῶν πραγμάτων τὸ εἰς δέον χρήσασθαι τούτοις, κονιορτὸν ποιῆσαι μυρεψοῦ· καὶ διὰ τὴν εὔλογον χρῆσιν, τὸ κονιορτῶδες μεταβαλεῖν εἰς εὐωδίαν Χριστοῦ· ὁ γὰρ τὰ μὴ ἑστῶτα, ἀλλὰ φερόμενα ὑπὸ τῶν ἀνέμων τῆς κοσμικῆς αὔρας, διὰ ἐλεημοσύνην ποιῶν τίμια, τὸν κονιορτὸν τῆς γῆς ἐποίησε κονιορτὸν μυρεψοῦ· τῇ εὐλόγῳ χρήσει τῶν δεομένων, τὸ κονιορτῶδες αὐτῶν καὶ ἐσκεδασμένον, μεταβαλὼν εἰς ἀρωματικὴν εὐωδίαν καὶ φίλιον ὄντως Θεοῦ. {Κυρίλλου.} Σμύρνα μὲν, ὅτε συντέθαπται Χριστῷ διὰ τοῦ Λιβάνου· λίβανος δὲ, ὅτε συναναστὰς αὐτῷ κεκοινώνηκε τῆς θεότητος αὐτοῦ· καὶ οὐ μόνοις τούτοις ἡ ἐκκλησιαστικὴ τεθυμίασται ψυχὴ, ἀλλὰ καὶ ποικίλοις γνώσεως θεωρήμασιν· ὁ γὰρ ἄκρως διαιρῶν καὶ μέχρι τοῦ τυχόντος λεπτῶς ἐρευνῶν τὰ πράγματα, λέγοιτ' ἂν μυρεψός πως εἶναι, λεπτύνων καὶ εἰς κόνιν ἄγων πάντα τὰ τῆς εὐωδία, λόγια· ἃ νῦν ἡ Νύμφη λέγεται τεθυμίασται. Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοῦς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων 1625 ποιεῖ τῶν νῦν οὕτως ὀνομαζομένων κονιορτὸν μυρεψοῦ. Λέγει δ' ἄν τις καὶ ὡς ἡ ἁγία καὶ ἐκκλησιαστικὴ ψυχὴ, τὸ τέκνον ποτὲ ἐρήμου Θεοῦ, ἀπὸ συναγωγῆς ἐθνῶν ἀναβαίνει ἀπὸ τῆς ἐρήμου· καταλιποῦσα μὲν δόγματα καὶ λόγους καὶ πράξεις, τὰ ἔρημα Θεοῦ· ἀναβαίνουσα ἐπὶ τὰ τοῦ Θεοῦ. ζʹ, ηʹ. Ἰδοὺ ἡ κλίνη Σαλομών· ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ· πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. {Φίλωνος.} Κλίνην τὸ μνῆμα Χριστοῦ λέγει. Ἑξήκοντα δυνατοὶ, τὸ πλήρωμα τῆς τελειώσεως οἱ τηροῦντες τὸν τάφον· οἳ καὶ τοῦ σεισμοῦ γενομένου, ἐξεθαμβήθησαν καθ' ἣν ἀνέστη ὁ Χριστὸς νύκτα. ∆ύο δὲ ῥομφαίας ἔχουσιν οἱ τοῦ Χριστοῦ· τὴν μὲν εἴργουσαν τὰ σπερματικὰ, ἥ τίς ἐστιν ἐπὶ μηρῶν, διὰ τὴν τῆς σωφροσύνης ἐγκράτειαν· τὴν δὲ τὰ ψευδῆ διακόπτουσαν