1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

46

ἐπαινεῖται ἡ δρόσος ἐν τῇ Γραφῇ, ἀλλὰ μετὰ προσθήκης τῆς ἀπὸ τοῦ ἀνθρώπου· ἧς πλησθεῖσαν τὴν ἑαυτοῦ κεφαλὴν ὁ Νυμφίος ἀπομάξαι ζητεῖ ἐν τῷ οἴκῳ τῆς Νύμφης γενόμενος· οἷκος δὲ τῆς Νύμφης, ἢ τὸ ἑκάστου τῶν ποιημάτων ἡγεμονικὸν, ἢ αὐτὴ ἡ Ἐκκλησία· εἰ δέ τις ἰδεῖν βούλεται πῶς ἀπὸ τῆς Ἰουδαϊκῆς βλάβης ψεκάδας ἀπομάσσει τῆς κεφαλῆς τοῦ Νυμφίου ἡ Νύμφη, βλεπέτω τὸν λῃστὴν πῶς μετὰ τὰ ὀνείδη τῶν ἀρχιερέων καὶ γραμματέων βοᾷ τὸ Μνήσθητι· θεραπευτικὴ γὰρ ἡ δόξα αὕτη τῆς δυσφημίας ἐκείνης. {Ὠριγένους.} Ἀναγκαίως ἡ τοῦ, μοι, προσθήκη, κ.τ.λ. γʹ. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούσ; {Γρηγορίου.} Καλῶς ἤκουσεν τοῦ κελεύσαντος ἀδελφὴν αὐτὴν καὶ πλησίον καὶ τελείαν καὶ περιστερὰν γενέσθαι· ἵνα διὰ τούτων εἰσοικισθῇ τῇ ψυχῇ ἡ ἀλήθεια. Ἐποίησε γὰρ ἅπερ ἤκουσεν, ἐκδυσαμένη τὸν δερμάτινον χιτῶνα, ὃν μετὰ τὴν ἁμαρτίαν περιεβάλετο· καὶ ἀπονιψαμένη τῶν ποδῶν τὸ γεῶδες ᾧ ἐνειλήθη, ἀπὸ τῆς ἐν παραδείσῳ διαγωγῆς εἰς γῆν ἀναλύσασα, διὰ τούτων ἤνοιξεν ἐπὶ τὴν ψυχὴν τῷ λόγῳ τὴν εἴσοδον. Οὐκοῦν ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον, ὅ ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος, καὶ διὰ τοῦ βαπτίσματος περιελὼν τῆς καρδίας τὸ κάλυμμα, τῶν τε ψυχικῶν βάσεων ἀποκλείσας τὸν ῥύπον ἤνοιξε τῷ λόγῳ τὴν εἴσοδον, ὃν ἔνδον γενόμενον ἐνδύεται· Ἰησοῦς δέ ἐστι τὸ ἔνδυμα· ἡ δὲ περὶ τοῦ μηκέτι τὸν ἀποβληθέντα χιτῶνα πάλιν ἐπαναλαβεῖν, εἴτ' οὖν μὴ ἐπιστρέψαι εἰς τὰ πρώην τῆς Νύμφης, ὁμολογία, ἀνοίγει τῷ Νυμφίῳ τὴν θύραν πρὸς εἴσοδον τοῦ ἁγιασμοῦ· καὶ μηδὲ δύο χιτῶνας ἔχειν, ἀρκεῖσθαι δὲ τῷ ἐνὶ, κατὰ τὸν δοθέντα νόμον τοῖς μαθηταῖς· ὃν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα, μετημφιά 1680 σατο· καὶ μηδαμῶς ἐπενδύσασθαι τὸν τῆς ἁμαρτίας χιτῶνα· τίς γὰρ κοινωνία τῷ σκοτεινῷ ἐνδύματι, πρὸς τὸ φωτοειδές τε καὶ ἄϋλον; οὐδὲ τοὺς πόδας νιψαμένη πάλιν τῇ βάσει τὸν ἐκ τῆς γῆς μολυσμὸν παραδέχεται. Οὐδὲ γὰρ Μωσῆς ἐν τῇ τῆς ἁγίας γῆς ἐπιβάσει τὴν δερματίνην νέκρωσιν τῶν ποδῶν ἐκβαλὼν, ἀνειληφέναι ταύτην αὖθις ἱστόρηται· οὐδὲ γὰρ τὴν ἱερὰν ἐσθῆτα, κατὰ τὸν ἐν τῷ ὄρει δειχθέντα τύπον φιλοτεχνήσας, τοῖς ποσί τινα κόσμον ἐπετεχνήσατο· ἱερατικοῦ δὲ ποδὸς ἡ γυμνότης γέγονε κόσμῳ· χρὴ γὰρ ἀεὶ βαίνειν ἐπὶ τῆς ἁγίας γῆς τὸν ἱερέα, ἧς μετὰ νεκρῶν δερμάτων ἐπιβατεύειν οὐ θέμις· διά τοι τοῦτο καὶ τοῖς μαθηταῖς ὁ Κύριος ἀπαγορεύει τὰ ὑποδήματα· ἐπειδὴ κελεύει αὐτοὺς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, ἀλλὰ διὰ τῆς ἁγίας ὁδοῦ προϊέναι. Οὐκ ἀγνοεῖς δὲ πάντως τὴν ἁγίαν ὁδὸν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος· "Ἐγώ εἰμι ἡ ὁδός·" ἧς οὐκ ἔστιν ἄψασθαι, μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ περιβολήν. Ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ Νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ Κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι, ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο· δύναμις δέ ἐστι καθαρτικὴ τὸ τοῦ Κυρίου διάζωσμα. ∆ιὰ τοῦτο καθαρθεῖσα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς ἑαυτὴν φυλάττει, οὐκ ἐκκλίνουσα εἰς δεξιὰ ἢ ἀριστερὰ, ἵνα μὴ καθ' ἕτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος, μολύνῃ τῷ πηλῷ τὸν πόδα. Νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον, ὅτι ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα (ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον, τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδημάτων· ὅπερ Ἰωάννης ἐπὶ μόνου τοῦ Κυρίου μὴ δύνασθαι ποιῆσαι διεμαρτύρατο· πῶς γὰρ ἂν ἔλυσε, τὸν μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδεμένον;) αὕτη τοὺς πόδας ἐνίψατο, πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασι· φυλάσσει τοίνυν ἐπὶ τῆς ὁδοῦ τῆς πεπλανημένης τὴν βάσιν ἀμόλυντον. {Νείλου.} Οὐ τὸ ἀνοῖξαι παραιτεῖται κατὰ τὴν ἠθικὴν ἔννοιαν· ἀλλ' ἐννοεῖ τὸν πόνον ὃν ὑπέστη, ἵνα ἀποδύσηται τὸν τῆς κοσμικῆς μερίμνης χιτῶνα· καὶ ἵνα τὸν ἐκ τοῦ ἐπιπορεύεσθαι τοῖς γηΐνοις προσγενόμενον τῷ λόγῳ ῥύπον τῆς ψυχῆς ἀπόθηται· καὶ μολυνθῆναι πάλιν ὀκνεῖ, ἀνοῖξαι μὲν βουλομένη, μολῦναι δὲ τοὺς ἄπαξ τῆς γῆς ἀναχωρήσαντας οὐ καταδεχομένη πόδας. Ὅμως οὐκ ἀκίνδυνος πρὸς τὸ ἀνοῖξαι ἡ μέλλησις, ὡς δηλοῖ τὰ ἐπιφερόμενα· κἂν γὰρ