1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

13

{Ὠριγένους.} Ἔπρεπε τῇ Νύμφῃ, κ.τ.λ. {Φίλωνος.} Ἤγουν υἱῶν τῶν Ἰουδαίων φησὶν, κατὰ τὸ "Υἱοὺς ἐγέννησα," οὓς ὡς ἀκάρπους καὶ ξύλα δρυμοῦ προσωνόμασεν· ὧν ἐν μέσῳ κατὰ σάρκα Χριστὸς, ἅτε μετασχηκὼς αἵματος καὶ σαρκὸς, ὧν τὸ μῆλον εἰκὼν ἐν ἑαυτῷ φέρον τὸ ἐρυθρὸν καὶ λευκὸν, καὶ μὲν καὶ εὐωδιάζον. {Ἀπολιναρίου.} Τότε δὲ ἀληθῶς γλυκαίνεται τὰ τῆς ψυχῆς μου αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶν φλογμὸν ἡ τοῦ μήλου σκιὰ διατειχίσῃ, ὡς μὴ ὑπὸ τοῦ τοιούτου ἡλίου συγκαίεσθαι· οὐκ ἔστι δὲ ἄλλως ὡς ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψύξαι· μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης. δʹ. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου. {Ὠριγένους.} Ταῦτα πρὸς, κ.τ.λ. {Γρηγορίου.} Ἢ πῶς τρέχει τὸν καλὸν δρόμον καὶ θεῖον ἡ καλῶς τῇ ἵππῳ παρεικασθεῖσα ψυχή; τοῖς γὰρ ἔμπροσθεν ἐπεκτεινομένη, οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι· ἀλλ' εἰς αὐτὴν τὴν ληνὸν τοῦ 1584 μυστικοῦ οἴνου γενέσθαι ποθεῖ· καὶ τὴν ἄμπελον ἐκείνην τὴν τοιοῦτον βότρυν ἐκτρέφουσα. {Νείλου.} Εἰκότως ἀπαιτεῖ ἡ Νύμφη λοιπὸν, τὸ εἰσαχθῆναι εἰς τὸν οἶκον τοῦ οἴνου. Ἐπειδὴ γὰρ ἐν τῷ σταυρῷ τὸν βότρυν κρεμάμενον, καὶ παρὰ πάντων ἐξουθενηθέντα διὰ τὸ ἔτι κυπρίζοντα, μὴ πᾶσιν ἐπιφαίνειν τὴν τοῦ οἴνου χρῆσιν μόνη τὸ ὕστερον ἀποδειχθησόμενον προεπίστευσεν ἐν τῷ λογισμῷ τὴν τοιαύτην προκαθιδρύσασα εὔνοιαν· ὡς πρὸ καιροῦ τοῦ οἴνου ἐν τῇ κυπριζούσῃ σταφυλῇ θεωρεῖν, ἐν τῷ σταυρῷ ὄντι ἄνω, θεότητα προσμαρτυρεῖν, καὶ τὸ ἐκθλίβεσθαι μέλλον τῆς ἐν τῷ σταυρῷ σταφυλῆς κήρυγμα, ὡς ἤδη λαλούμενον βεβαίως κατέχουσα· κἀκεῖνο παθοῦσα πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ὅπερ οἱ πολλοὶ μετὰ τὴν ἔκβασιν ἔπαθον· ὅπερ γέρας ἐξαίρετον τῆς τοιαύτης κρίσεως, αἰτεῖ τὴν ἐν τῷ οἴκῳ τοῦ οἴνου εἴσοδον· εἰ δὲ οἶνός ἐστιν ὁ λόγος, οἶκος τοῦ οἴνου εἴη ἂν ὁ Πατήρ· ἐν τούτῳ γὰρ εὑρίσκεται ὁ Λόγος, μετὰ δὲ τὸ γενέσθαι ἐν τῷ τοιούτῳ οἴκῳ καλῶς, καὶ ταγῆναι τὴν ἀγάπην ἐπ' αὐτῇ βούλεται, ἀξίαν ἀγάπης ἤδη διὰ τὴν τοιαύτην ἔνστασιν γεγενημένην· ὥστε ταγῆναι ἐπ' αὐτῇ τὴν ἀγάπην, μηκέτι ὡς ἔτυχεν αὐτὴν ἀγαπώντων, ἀλλ' ἐν τοῖς τεταγμένοις καὶ ὡρισμένοις τῶν ἐξ ὀφειλῆς λοιπὸν ἀγαπωμένων οὖσαν, ἀριθμεῖν καὶ ἔχειν. {Ἀπολιναρίου.} Καὶ οἶνος εἰς εὐφροσύνην καρδίας κατὰ τὸν ψαλμῳδὸν λέγεται· καὶ οἶνος εὐωδιάζων κατὰ τὸν Ζαχαρίαν. Ἥρμοζε δὲ τῇ ἐπήλυδι νύμφῃ τὸ, Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου· οὐ γὰρ ἦν τὸ πρότερον εἴσω τοῦ ἀμπελῶνος· μετὰ γὰρ τὰς περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντας, ὑπὸ τὴν ἑνδεκάτην αὕτη καλεῖται· ἀκούσασα, "Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;" Πορεύεσθε εἰς τὸν ἀμπελῶνα· ἤργει γὰρ, ὅτι μὴ τὰ οἰκεῖα εἰργάζετο, ἀλλοτρίας ἀμπέλους φυλάττουσα· καὶ λαμβάνει πρῶτον τὴν ἐξ ἀγάπης τιμὴν, τὸν χαρακτῆρα τὸν βασιλικὸν, τὸ δῶρον τὸ πνευματικόν· διὸ καὶ Ἀκύλας, Ἔταξεν ἐπ' ἐμὲ ἀγάπην, φησίν· ἀγάπης γὰρ, τὸ, "Θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί." Τάξατε ἐπ' ἐμὲ ἀγάπην. {Γρηγορίου.} Ἐντὸς τοῦ ποθουμένου γενομένη, ἐπὶ τὸ μεῖζον πάλιν ἐξάλλεται, καὶ φησίν· Ἐπείπερ γέγονα ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ, ἥ τίς ἐστιν ὁ Θεός· ἢ τάξατε ἐπὶ ἐμὲ τὴν ἀγάπην· ταυτὸν γάρ ἐστι τὸ σημαινόμενον δι' ἑκατέρου, ὅπως ἂν χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι καὶ ἐν τῇ τοῦ τὴν ἀγάπην αὐτῇ ταχθῆναι· ἢ τάχα καὶ διδασκόμεθα οἵαν ἀνατεθῆναι προσήκει τῷ Θεῷ τὴν ἀγάπην, καὶ ὅπως πρὸς τοὺς ἄλλους ἔχειν· μήποτε ἄτακτός τις καὶ ἀνηλλαγμένη γένηται τῆς ἀγάπης ἡ ἀποπλήρωσις· Θεὸν γὰρ δὴ ἀγαπᾷν ἐξ ὅλης ψυχῆς καὶ 1585 καρδίας καὶ δυνάμεως, τὸν δὲ πλησίον ὡς ἑαυτόν· γυναῖκα δὲ, εἰ μέν τίς ἐστι, καθαρωτέραν ψυχῆς, ὡς ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα· τὸν ἐχθρὸν δὲ, ἐν τῷ μὴ κακὸν ἀντὶ κακοῦ δοῦναι, ἀλλ' εὐεργεσίᾳ τὴν ἀδικίαν ἀμείψασθαι· φησὶν οὖν ἀγάπην τεταγμένην ποιήσατε· μὴ καὶ πάλιν ἐκπέσω, συντηροῦντες τὴν πρὸς τὸ κρεῖττον ῥοπήν· καὶ πῶς μὲν ἀγαπᾷν τὸν Θεὸν χρὴ, πῶς δὲ τὸν πλησίον διδάσκοντα, ἢ καὶ τοῦτο τυχόν ἐστιν ὑπονοῆσαι διὰ τοῦ λόγου·