1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

55

αʹ. Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ· εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνει ἐν κήποις, συλλέγειν κρίνα. {Γρηγορίου.} Αὕτη μὲν ἡ σημαντικὴ τοῦ 1705 λόγου πρὸς τὰς νεάνιδάς ἐστιν ὁδηγία· δι' ὧν μανθάνουσι καὶ ὅπου ἐστὶ, καὶ ὅπου βλέπει· διὰ τούτων δὲ τὸ εὐαγγελικὸν μυστήριον μανθάνομεν. Ἀδελφιδὸς γὰρ παρ' αὐτῆς ὀνομάζεται, διὰ τὸ ἀδελφιδοὺς ὑπάρχειν τῶν τε ἐξ ἐθνῶν λαῶν, καὶ τῶν ἐξ Ἰουδαίων· τὸ δὲ κατέβη διὰ τὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβάντα, καὶ γενόμενον ἐν λῃσταῖς. Κατέβη γὰρ ἐκ τῆς ἀφράστου μακαριότητος φανερωθὲν ἐν σαρκὶ, τοῦ ποιῆσαι πάλιν κῆπον τὴν ἔρημον, τῇ τῶν ἀρετῶν φυτείᾳ καλλωπιζόμενον. Ἀναφυτεύει γὰρ τὸ ἑαυτοῦ γεώργιον ὁ ἀληθινὸς γεωργὸς ἡμᾶς τοὺς ἀνθρώπους. Ἡμεῖς γάρ ἐσμεν αὐτοῦ γεώργιον· αἱ δὲ τοῦ ἀρώματος φιάλαι, ἐν μὲν τῇ τοῦ κάλλους ὑπογραφῇ πρὸς τὸ τῶν σιαγόνων ἐγκώμιον παρελήφθησαν· ἐνταῦθα δὲ τόπος εἶναι τοῦ Νυμφίου καὶ ἐνδιαίτημα παρὰ τοῦ Λόγου μηνύεται· τοῦτο μανθανόντων ἡμῶν, ὅτι οὔτε ἐν ἑρήμῳ τῶν ἀρετῶν ψυχῇ ὁ Νυμφίος λόγος αὐλίζεται· ἀλλ' εἴ τις φιάλη ἀρώματος γένοιτο φύουσα μυρεψικὰ, ὁ τοιοῦτος κρατὴρ τῆς σοφίας γενόμενος, δέχεται ἐν ἑαυτῷ τὸν θεῖον ἀκήρατον οἶνον· δι' ὧν γίνεται τῷ δεξαμένῳ εὐφροσύνη. Νομὴν δὲ νέμεται τοῦ Νυμφίου τὸ ποίμνιον, οὐκ ἐν ἐρήμοις ἀκάνθας, οὐδὲ πόαν χορτώδη, τὰ δὲ ἐκ τῶν κήπων ἀρώματά τε καὶ κρίνα, ἅτινά ἐστιν ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα προσφιλῆ, ὅσα εὔφημα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· ἅπερ εἰς τροφὴν αὐτῆς ὁ καλὸς συλλέγει ποιμήν· τὰ μὲν γὰρ κρίνα τοῦ λαμπροῦ καὶ καθαροῦ τῆς διανοίας αἴνιγμα γίνεται, ἡ διὰ τῶν ἀρωμάτων εὔπνοια, τοῦ πάσης ἁμαρτιῶν δυσωδίας ἀλλοτρίως ἔχειν. {Νείλου.} Ὅσην μὲν ἐπὶ τῇ λέξει ζηλοτυπίαν ἔχει τὸ ῥητόν· διακρούεται γὰρ τὰς μετ' αὐτὴν ζητεῖν βουλομένας, ἀπεληλυθέναι λέγουσα αὐτὸν, ὅπου δυσχερὲς ἢ ἀδύνατον ἐκείνας καταβῆναι· ἡ δὲ διάνοια δηλοῖ, ὅτι καταβέβηκεν ὁ Νυμφίος εἰς κῆπον οἰστικὸν λαχάνων, ἅ ἐστι ἀσθενῶν τροφὴ καὶ ὀλιγοπίστων ἔδεσμα· τάχα οὐκ ἂν καταβὰς, εἰ παράδεισος ὁ κῆπος ἐτύγχανεν ὤν. Εἰσέρχεται γὰρ εἰς τὰ τελειότερα· ὡς ἐπιπέδοις ὁμαλῶς ἐπιβαίνων τοῖς ἰσοτίμοις· καταβαίνει δὲ εἰς τὰ ὑποδεέστερα, τὴν τῆς συγκαταβάσεως οἰκονομίαν ὀνομάζων κατάβασιν· καὶ τοῦ ποιμαίνειν δὲ ἐν κήποις τὴν πρὸς τοὺς ποιμαινομένους συγκατάβασιν δηλοῖ· οὐ δυνηθέντας προβῆναι δι' ἀσθένειαν τοῖς ὄρεσι τῆς φυσικῆς καὶ ἀρχαίας εὐδιαγώγου νομῆς, πρὶν ὁ ποιμὴν πρὸς αὐτοὺς καταβῇ· ἐκεῖ διὰ φιλανθρωπίαν γενόμενος, ὅπου αὐτοὶ κατέπεσον δι' ἀμέλειαν· ποιμαίνων δὲ τοὺς ἀσθενεστέρους, ἐν τοῖς τῆς συγκαταβάσεως κήποις, εἴπου εὕρῃ κρίνα ἀνθεῖν ἀρξαμένους τὸ τῆς ἐπὶ Θεὸν πεποιθήσεως ἄνθος· καὶ τὴν μέριμναν τῆς σωματικῆς ἀνάγκης ἐπιῤῥίψαντα ἐπ' αὐτόν. Συλλέγει δὲ ταῦτα μεταφυτεύων ἐν ἐπιτηδειοτέρῳ τόπῳ πάντως καὶ τάγματι· κρίνων γὰρ ἐπιτήδειον τούτοις τὴν ἐν κήποις διαγωγήν· ἵνα μὴ καὶ τοῦ ἔθνους ἐπὶ τὴν ἀρχαίαν ἕλκοντος κατάστασιν, καὶ τῆς πρὸς τοὺς τοιούτους πολλῆς κοινωνίας ἐρεθιζούσης πρὸς ζῆλον μιμήσεως ἐπὶ τὴν παλαιὰν κατενεχθῶσι συνήθειαν. 1708 {Φίλωνος.} Κατέβη πρὸς τὰς ἐν ᾄδου τῶν δικαίων ψυχάς· φιάλαι γὰρ αὗται τοῦ ἀρώματος· πρῶτον γὰρ οἱ πατριάρχαι τὴν εἰς Χριστὸν ἔπνευσαν πίστιν· καὶ μετὰ τὴν ἀνάστασιν τὰς κατὰ τόπον ἐκκλησίας ποιμαίνειν· συλλέγειν δὲ κρίνα τοὺς ἀγαθοὺς ἄνδρας, ἢ τὸν λόγον τῆς ὁμολογίας αὐτῶν. βʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοῖς κρίνοισ. {Γρηγορίου.} Κανὼν καὶ ὅρος τῆς κατ' ἀρετὴν τελειότητός ἐστιν οὗτος. Μανθάνομεν γὰρ διὰ τούτων τὸ μὴ δεῖν πλὴν τοῦ Θεοῦ μηδὲν ἔχειν, μηδὲ πρὸς ἄλλο τι βλέπειν τὴν κεκαθαρμένην ψυχὴν, ἀλλ' οὕτως ἑαυτὴν ἐκκαθᾶραι παντὸς ὑλικοῦ πράγματός τε καὶ νοήματος, ὡς ὅλην δι' ὅλου μετατεθεῖσαν πρὸς τὸν νοητόν τε καὶ ἄϋλον, ἐναργεστάτην εἰκόνα τοῦ ἀρχετύπου κάλλους ἑαυτὴν ἀπεργάσασθαι. Λέγει οὖν τὴν φωνὴν ταύτην ἡ Νύμφη τὸ προαιρετικόν τε καὶ ἔμψυχον κάτοπτρον· ὅτι Ἐπειδὴ ὅλῳ τῷ κύκλῳ ἐγὼ τὸ τοῦ ἀδελφιδοῦ πρόσωπον βλέπω, διὰ τοῦ ὅλον τῆς ἐκείνου μορφῆς