1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

31

{Κυρίλλου.} Ἡ πνευματικὴ δὲ συνάφεια νοείσθω χρυσίον, ἡ τιμία καὶ θεῖα· καὶ τὴν κατὰ τὴν ἔρημον γὰρ κιβωτὸν ἔσωθεν καὶ ἔξωθεν, χρυσίον ὑπείληφεν εἰς ἐμφάνειαν τῆς θείας ἑνώσεως· ἐπιβαίνει δὲ πορφύρα τῷ πλήθει τῶν εἰς βασιλείαν κληθέντων. Ἐπ' ἂν δέ τις πιστεύσῃ, δέχεται τῇ καρδίᾳ Χριστὸν, ὅς ἐστι τίμιος μαργαρίτης· ἀλλὰ καὶ τὸ φορεῖόν φησιν ἐκ τῶν θυγατέρων πεποίηται τῆς Ἱερουσαλὴμ διὰ μόνην ἀγάπην· οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ ἀπέστειλεν Υἱὸν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. ιαʹ. Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, ἐν τῷ βασιλεῖ Σαλομὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. {Κυρίλλου.} Ἐξ ἐθνῶν Ἐκκλησία, φησὶ τὸ, Ἐξέλθετε καὶ ἴδετε· ἡμέραν δὲ νυμφεύσεως, τὴν ἡμέραν τοῦ πάθους καλεῖ· καθ' ἣν ἐνυμφεύσατο τὴν Ἐκκλησίαν διὰ τοῦ αἵματος αὐτοῦ. {Φίλωνος.} Ἐξέλθετε, φησὶ, τῆς κακίας τοῦ νόμου· ἴδετε Χριστὸν καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ὃν ἐπέθηκεν αὐτῷ ἡ Συναγωγὴ, ἐξ ἧς τὸ κατὰ σάρκα 1636 Χριστός· Ἡμέρα μία χαρᾶς, τὸ Πάσχα ἐστὶν, ἐν ᾧ ἔφη "Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν." {Γρηγορίου.} Προτροπὴν ὁ λόγος οὗτος περιέχει πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ παρὰ τῆς Νύμφης τῶν σαρκικῶν ἐξελθεῖν, αἵ τινες νοοῖντο ἂν καὶ τῶν σωζομένων ψυχαί. Ἕως πότε, φησὶν, ἐν τῷ σπηλαίῳ τοῦ βίου συγκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως, καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα, Σιὼν θυγατέρες γινόμεναι, ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ ἡ Σιὼν ἑρμηνεύεται), δυνηθῆναι θεάσασθαι στεφανηφοροῦντα τὸν Νυμφίον. Στέφανος δὲ αὐτῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα· στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου ἡ ἀγάπη ἐστίν· ἢν εἴτε ἀγάπην, εἴτε μητέρα τις λέγει, οὐχ ἁμαρτήσεται· "Θεὸς γάρ ἐστιν ἀγάπη," κατὰ τὴν Ἰωάννου φωνήν· οὐδὲν δὲ διαφέρει ἐπὶ Θεοῦ λεγόμενον· οὔτε γὰρ ἄῤῥεν, οὔτε θῆλυ τὸ Θεῖον. Πῶς γὰρ, ὁπόταν οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένῃ, ἀλλ' ὅταν ἐν Χριστῷ ἓν πάντες γενόμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὄλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα· κἀν τῷ Εὐαγγελίῳ ὁ Πατὴρ λέγεται ποιεῖν τῷ Υἱῷ τοὺς γάμους· καὶ ὁ Προφήτης φησὶν, "Ὅτι ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον·" ἐνταῦθα δὲ παρὰ τῆς μητρὸς φησὶ ἐπιτεθεῖσθαι τῷ Νυμφίῳ τὸν στέφανον. Ἐπεὶ οὖν εἷς ἐστιν ὁ γάμος καὶ μία ἡ Νύμφη, καὶ παρ' ἑνὸς ἐπιβάλλεται τῷ Νυμφίῳ στέφανος, οὐδὲν διαφέρει ἢ Υἱὸν Θεοῦ τὸν μονογενῆ λέγειν Θεὸν, ἢ Υἱὸν τῆς ἀγάπης αὐτοῦ· μιᾶς οὔσης καθ' ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ συνοικήσει δυνάμεως. Ἐνευφραίνεσθαι δὲ τούτῳ τῷ στεφάνῳ λέγει αὐτὸν ἡ Νύμφη τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον· χάριτι γὰρ ὡς ἀληθῶς σύνοικον ἑαυτοῦ τὴν Ἐκκλησίαν ποιησάμενος, ταῖς ἀρεταῖς διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος εὐφραίνεται. {Νείλου.} Τίς μὲν ὁ ταῦτα λέγων, ἄδηλον· ἴσος δὲ οἱ τοῦ Νυμφίου φίλοι· πλὴν ὃς ἂν ᾖ, τοὺς ἀπὸ ἐθνῶν καλοῖ· Σιὼν γάρ ἐστιν ἡ τούτων μήτηρ ἡ τὸν τοῦ Χριστοῦ νόμον βλαστήσασα. Ὁ μὲν γὰρ πρότερος νόμος, ἀπὸ Σινᾶ, ὁ δὲ δεύτερος ἀπὸ Σιών. Ἐπειδὴ τοίνυν ἐν σκότει καὶ σκιᾷ θανάτου ἐκάθητο τὰ ἔθνη, προσκαλεῖται αὐτοὺς τάχα ὁ ταῦτα εἰρηκὼς προφήτης λέγων· "Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει," ἐξέλθετε καὶ ἴδετε· τί δὲ, ἐπιφέρει θαυμάζων τὸ τόλμημα. Ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ. Ἡμέρα δὲ νυμφεύσεως τοῦ Χριστοῦ καὶ ἡμέρα εὐφροσύνης καρδίας αὐτοῦ ἦν, ἡ τοῦ σταυροῦ ἡμέρα, ἐν ᾗ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὡς Νύμφην ἔλαβε μεμνηστευμένην αὐτῷ διὰ τῶν προφητῶν. Ὁρῶν οὖν τὴν πολλάκις εὐεργετημένην Συναγωγὴν ὁ προφήτης, οὐ δικαίας ἀμοιβὰς ἀποδιδοῦσαν τῷ Χριστῷ, ἀλλ' ἀκάνθινον ἐπιθεῖσα στέφανον τῇ κεφαλῇ, ἐκπληττόμενος ἐπὶ τῷ τοιούτων παρανομήματι, φησίν· "Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλομὼν, ἐν τῷ στε 1637 φάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μητὴρ αὐτοῦ·"