1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

8

δὲ ἐλπὶς τὸ ἄνθος ἐστὶ, τὴν ἐσομένην χάριν πιστούμενον· τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν, τοῖς ἀτμοῖς τῶν ἐλπίδων ἡδύνον τὰ τῆς ψυχῆς αἰσθητήρια· ἡ δὲ τοῦ Γαδδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ᾧ ῥιζωθεῖσα ἡ ἄμπελος, εὔτροφον καὶ ἡδὺν καρπὸν ἀπεργάζεται· οὕτω γὰρ καὶ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γαδδὶ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων· ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ Κυρίου σύμφωνον ἔχων τὸ θέλημα, καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος, ἀειθαλὲς γίνεται δένδρον, ταῖς τῶν ὑδάτων ἐπιῤῥοαῖς πιαινόμενος· τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ Γαδδὶ τῷ πίονι τόπῳ ἐῤῥιζωμένη βαθείᾳ τῇ διανοίᾳ διὰ τῶν θείων διδαγμάτων καταρδομένη καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐξήνθησε, πρὸς τὴν τοῦ νυμφίου μορφὴν ὁμοιούμενον. Εἰ γὰρ αὐτὸς μὲν ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα, ἐν αὐτῇ δηλονότι τῇ ἀμπέλῳ καρποφοροῦμεν. {Νείλου.} Βότρυν Κύπρου ἢ τὴν ἀνθοῦσαν λέγει σταφυλὴν, ἢ τὸν ἐκ τῆς Κύπρου βότρυν, ἴσως ἐξαίρετόν τι ἐχούσης τῆς πατρίδος, εὐτοκίᾳ βοτρύων· ὁπότερον δὲ τούτων ἂν λέγηται παρὰ τῆς νύμφης, τῷ ὁπίσω συνᾴδει νοήματι· καὶ γὰρ ἀνθοῦσαν λέγει σταφυλὴν τὸν ἑαυτῆς ἀδελφιδὸν, τοιοῦτο λέγει· ὅτι ἕως ἐστὶν ἐν τοῖς δοκοῦσι περιστατικοῖς, κυπρίζων ἐστὶ βότρυς· πλὴν τῶν δι' ἐλπίδος ἀπεκδεχομένων τὴν τούτου τελείωσιν· ἐμοὶ δὲ καὶ ἐν τῷ ἄνθει ὢν, εἰ καὶ μὴ τὴν ἐκ τῆς βρώσεως, ἀλλὰ γοῦν τὴν ἐκ τῆς εὐωδίας παρέχει ἀπόλαυσιν, καὶ τὴν τῆς ἀναστάσεως ὑποφαίνει εὐφροσύνην· τῷ ἄνθει λεληθότως τὸν καρπὸν ὑποκυλίων, καὶ τῇ εὐωδίᾳ τοῦ ἄνθους τέως παραμυθούμενος· ἐν ἀμπελῶσι γάρ ἐστιν ἐν Γαδδὶ, ὅπερ ἑρμηνεύεται, ὀφθαλμὸς πειρατηρίου· καὶ γὰρ ὁ Κύριος κρεμάμενος ἐν σταυρῷ ὡς ἐν πειρατηρίῳ τοῖς ἁπάντων ὀφθαλμοῖς, πολλὴν ἀμηχανίαν παρέχων τοῖς ὁρῶσιν· ἀλλ' οὐκ ἐσκανδαλίζετο ἡ τελεία ψυχὴ, τελείαν ἔχουσα τὴν εἰς αὐτὸν ἀγάπην, καὶ ἐκ τῶν προφητειῶν πεπεισμένη, ὅτι ταῦτα ἔδει γενέσθαι· καὶ γὰρ πολλοὺς, φησὶν, ἢ καὶ πάντας ἐτάραξε τὰ γεγενημένα, ἀλλ' οὐδὲν ἐμὲ τούτων παρεκίνησεν· οὐδὲ διστάσαι παρεσκεύασεν· εἰ δὲ καὶ κατὰ τὴν 156 ἄλλην ἐκδοχὴν, βότρυς Κύπρου ἐστὶ, σκεπτέον πῶς τῆς Κύπρου βότρυς ὢν, οὐκ ἐν ἀμπελῶσι Κύπρου, ἀλλ' ἐν Γαδδὶ λέγεται εἶναι· τάχα οὖν ὅτε ἦν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, πρὸ τῆς ἐνανθρωπήσεως, βότρυς ἦν τῆς Κύπρου Θεὸς Λόγος ὤν· ὅτε δὲ τῷ κόσμῳ διὰ σαρκὸς ἐπεδήμησεν, ἐν ἀμπελῶσι γέγονε τῇ Γαδδί· ἐν ᾗ οἱ ὀφθαλμοὶ τοῦ πειρατηρίου οὐκ ἔχοντες ἀκριβῆ τὴν τῆς ἀληθείας κατάληψιν, δυσδιάγνωστον ἐποίουν τὸ φαινόμενον, ἰσοῤῥεπῶς τῆς διανοίας ἐφ' ἑκάτερα κινούσης, ἐπί τε τὴν θεϊκὴν ἀξίαν διὰ τὸ μέγεθος τῶν θαυμάτων, ἐπί τε τὴν ἀνθρωπίνην εὐτέλειαν διὰ τὰ πάθη· μετὰ γοῦν τὴν τοιαύτην, ἔν τε ταῖς πράξεσιν, ἔν τε τοῖς δόγμασιν αὐτοῖς ἀκρίβειαν ἀμειβόμενος αὐτὴν ὁ νυμφίος, μᾶλλον δὲ τὰ προσόντα αὐτῇ φησι μαρτυρῶν, Ἰδοὺ εἶ καλὴ, καὶ τὰ ἑξῆς. ιδʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλὴ, ὀφθαλμοί σου περιστεραί. {Γρηγορίου.} Ἐν μὲν τοῖς φθάσασιν, ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε· νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν κάλλος, καί φησιν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· παιδεύει δὲ διὰ τούτων ὁ λόγος, ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν, τὸ πλησίον τῆς τοῦ καλοῦ γενέσθαι πηγῆς· πρότερον μὲν γὰρ, φησὶν, οὐκ ἦς καλή· διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης· ἀποστᾶσα δὲ νῦν τῆς τοῦ κακοῦ κοινωνίας, καὶ ἐμοὶ πλησιάσασα τῷ ἀρχετύπῳ κάλλει, καὶ αὐτὴ καλὴ γέγονας, οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα· εἶτα ἐπισχὼν, καὶ οἷον ἐν προσθήκῃ τινὶ καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον εἰπών· Ἰδοὺ εἶ καλή· ἀλλ' ἐν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν· ἐνταῦθα δὲ τὴν ἐκ τοῦ ὀνόματος τῶν εἰδῶν γνωριζομένην· Ὀφθαλμοί σου γὰρ, φησὶ, περιστεραί· πρότερον μὲν γὰρ ὅτε τῷ ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν·