1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

17

ἀγαπώσης τὸν πόθον· ὡς ἐκείνην αἰσθομένην τοῦ κατὰ τὴν φωνὴν ἰδιώματος, εἰπεῖν ἐκ πολλῆς τῆς περιχαρείας· Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει· τὸν γὰρ Ἰωάννην θεασάμενος ὃς ἦν ἡ φωνὴ, καὶ τὸν Λόγον φαντάζεται, καὶ δεικτικῶς φησιν· Ἰδοὺ οὗτος ἤκει· Λόγου γὰρ παρουσίαν σημαίνει ἡ φωνή· καὶ τὴν ἀκοὴν ἐπιστρέφουσα τῇ ὄψει, δείκνυσι τὸ ἀκουσθέν· τὸ δὲ πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνοὺς, τοιοῦτόν ἐστι· τῆς μὲν φωνῆς αὐτοῦ πόῤῥωθεν ἀκήκοα· ἤδη δὲ καὶ αὐτὸν ἐκεῖνον ὁρῶ πηδῶντα ἐπὶ τὰ ὄρη, καὶ διαλλόμενον ἐπὶ τοὺς βουνοὺς, ὅπερ ἐπληροῦτο ἐπὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ· αἱ γὰρ ἐκβάσεις τῶν περὶ αὐτοῦ προφητειῶν, πηδήματα ἦν καὶ ἅλματα· ὄρη δὲ καὶ βουνοὶ οἱ περὶ αὐτοῦ εἰπόντες προφῆται· ἐφ' ὧν διαλλόμενος, καὶ ἀφ' ἑτέρων εἰς ἕτερα πηδῶν, τὴν ἑκάστου προφητείαν ᾠκείου πρὸς τὴν ἑτέραν· ἓν σῶμα τὰς διαφόρους ποιῶν προφητείας, καὶ συνάπτων τοῖς ἅλμασι τῶν νοημάτων, τὰ 156 διεστάναι δοκοῦντα ὄρη τῶν λέξεων· ὄρη δὲ λέγοιντ' ἂν οἱ τὰ τῆς θεότητος αὐτοῦ λέγοντες προφῆται· βουνοὶ δὲ οἱ κατὰ τῆς οἰκονομίας· οἱ γὰρ βουνοὶ κἂν ὑπερανέχωσι τῆς ἄλλης γῆς, ὅμως ἔχουσί τι γεῶδες· τὰ δὲ ὅρη, λίθος ἐστὶν ἀκραιφνὴς γεώδους οὐσίας ἀμέτοχος. {Ὠριγένους.} Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, κ.τ.λ. {Κυρίλλου.} Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφήνειαν; μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὠραία· καὶ δῆλον ὡς ἡ Νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλησία Χριστοῦ, φωνῆς πρὶν νοῆσαι αὐτὴν ὡς θείας ἀντιλαμβάνεται, ὅπερ πάσχομεν οἱ πιστοὶ, πρὶν νοῆσαι τὰς νομικὰς καὶ προφητικὰς φωνὰς ὡς θείας χάριτος πλήρεις καταπληττόμενοι· τοιοῦτόν ἐστι τὸ φωνὴ τοῦ ἀδελφιδοῦ μου προστεταγμένον τῆς μακρόθεν ἐπιφανείας τοῦ Λόγου· ὃν ἰδοῦσα μεγάλων θεωρημάτων ἁπτόμενον, μετὰ τοῦ μηδὲ τῶν βραχυτέρων καταφρονεῖν, φησίν· Ἰδοὺ αὐτὸς ἥκει πηδῶν ἐπὶ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. ∆ι' ὅλου δὲ τοῦ Λόγου, τινὰ μὲν ὡς παρόντι λέγεται τῷ Νυμφίῳ· τινὰ δὲ ὥσπερ ζητουμένου παρὰ τῆς Νύμφης, ἐπεὶ καὶ τῶν προβλημάτων, ποτὲ μὲν τινὰ ζητοῦμεν ἀποροῦντες τῆς λύσεως· ποτὲ δὲ τῆς λύσεως ἀπολαύομεν, τοῦ Νυμφίου Λόγου καταυγάζοντος ἡμῶν τὰς καρδίας· εἶτα πάλιν ἀποροῦμεν ἐν ἑτέροις, καὶ πάλιν ἡμῖν ἐπιφαίνεται· καὶ τοῦτο πολλάκις, μέχρι τελειωθέντες τοῦ Νυμφίου τύχωμεν οὐ μόνον ἐρχομένου πρὸς ἡμᾶς, ἀλλὰ καὶ μονὴν ποιουμένου. Καὶ ἡ Ἐκκλησία ποθεῖ μὲν ἐγκαταλειπομένη τοῖς πειρασμοῖς, ἐπιφαίνεται δὲ αὐτῇ τοῖς χαρίσμασι· διό φησιν· Ἰδοὺ, φησὶν, οὗτος ἤκει πηδῶν ἐπὶ τὰ ὄρη· ἔρχεται δὲ καὶ ἐπὶ τὰ δίκτυα τὰ πεπετασμένα ὑπὸ τοῦ πονηροῦ πλησίον τῆς Ἐκκλησίας· ἅπερ σχίσας καταφρονητικῶς αὐτῶν ἐπιβαίνειν διδάσκει τῇ ὑπερβάσει Ἐκκλησία πάντα χειμῶνα πειρασμοῦ, τὰ σημεῖα τοῦ ἀέρος δείκνυται, καὶ τὸ ἐγγίζειν τὸ θέρος, περὶ οὗ ἐν Ψαλμοῖς· "Τὸ θέρος καὶ ἔαρ." Ὤφθη γὰρ αὐτῇ ἄνθη, καὶ ἤγγισεν ἡ παντελὴς κάθαρσις, καιρὸς τῆς τομῆς ὀνομαζομένη. θʹ. Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇς δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. {Γρηγορίου.} ∆ιὰ τοῦτο σημαίνει τὴν ὀξυωπίαν τοῦ τὸ πᾶν ἐπιβλέποντος· ἀλλὰ νεβρῷ ἐλάφων, διὰ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι, τὴν τῶν ἰοβόλων ἐνέργειαν, ἣν ὄρη καὶ βουνοὺς ἐπωνόμασεν, τήν τε ὑποδεεστέραν καὶ τὴν προάγουσαν· τοῦτο γὰρ ἡ ἐκ τῶν βουνῶν πρὸς τὰ ὄρη διαστολὴ ὑπαινίττεται· ὁμοίως γὰρ καταπατεῖται ὅ τε λέων καὶ ὁ δράκων τὰ ὑπερέχοντα· καὶ ὄφις καὶ σκορπίος τὰ δοκοῦντα καταδεέστερα· καὶ τοὺς μαθητὰς δὲ πρὸς τὴν τῶν ἐλάφων φύσιν καταρτίζειν εἰπών· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων," ὡς τῷ ὕψει τῆς ἀρετῆς, ὅρη γενέσθαι Βαιθήλ· ὅπερ ἡ τοῦ ὀνόματος 157 ἔμφασις δείκνυσι τὸν ὑψηλὸν καὶ οὐράνιον βίον· ἡ γὰρ λέξις οἶκον σημαίνει Θεοῦ. {Νείλου.} Βαιθήλ ἐστι, καὶ ἑρμηνεύεται οἶκος Θεοῦ· ὄρη δὲ ταύτης οἱ διὰ μέγεθος ἀρετῆς ὄρη χρηματίσαντες· ὡς γὰρ ὑπερανέστηκεν ὕψει καὶ διαφέρει κραταιότητι τῆς λοιπῆς γῆς τὰ ὄρη, οὕτως ἐν τοῖς ἀνθρώποις ὑπερέχουσιν ἅγιοι τῷ ὑψηλῷ τῆς πολιτείας διεγηγερμένοι· τούτοις