1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

64

βεβάφθαι τὸ πλῆθος ἐν αἵματι Χριστοῦ· καὶ τοῦτο καθάπερ ἐσθῆτα περιβεβλῆσθαι βασιλικὴν, ἤγουν ὁ κόσμος τοῦ πλήθους ὁ βαφεὶς τῷ ἁγίῳ αἵματι, ὡς νίκῃ ἐθριάμβευσεν ἀπεκδυσάμενος τὰς ἀρχάς. {Κυρίλλου.} Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαι φησὶν εἰς βασίλειον ἱεράτευμα. {Ὠριγένους.} Ὅτι ταῦτά φησιν ὁ Νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, κ.τ.λ. {Νείλου.} Τάχα μὲν ὄνομα αὐτῷ διατίθεται, τὸ ἀγάπη, ὡραιῶσθαι λέγων αὐτὴν ἐν ταῖς τρυφαῖς. Ἡ γὰρ ἐν τοῖς θείοις λόγοις τρυφὴ, καὶ τὸ κάλλος φαιδρότερον δεικνύει, καὶ τὴν συνουσίαν ἡδίω ἐργάζεται· τάχα δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ 1733 ταῖς τρυφαῖς αὐτῆς, αὔξεσθαι τὴν ἀγάπην λέγει. ∆ιὰ δὲ τοῦ ἑξῆς δηλοῖ τὸ ἐπὶ λόγοις σωματικοῖς ταύτῃ ἐρηρεισμένον ὕψος τῶν ἀρετῶν· ἀναγκαίως δὲ καὶ οἱ μασθοὶ αὐτῆς τοῖς βότρυσιν ὁμοιοῦνται, διὰ τὴν κατὰ Θεὸν ἀγάπην συνδεδεμένοι· τέως δὲ τοὺς μασθοὺς ἀπογαλακτώδους πιότητος εἰς μελιτώδη μεταβεβληκέναι ἡδονὴν λέγει. Πλεῖον γάρ τι μετ' ὀλίγον αὐτῆς μαρτυρήσει· ἀπὸ ταύτης τῆς καταστάσεως ἐπὶ τὸ μεῖζον προκόψασιν. {Κυρίλλου.} Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι· τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται· τοῖς ἔχουσι τὴν πνευματικὴν εὐφροσύνην. {Ὠριγένους.} Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. {Φίλωνος.} Ἢ τοῖς τῶν φοινίκων ἀπεικάζονται βότρυσι πρὸς τὸ εὐῶδές τε καὶ πεπληθυσμένον. ηʹ, θʹ. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μασθοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα· καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. {Φίλωνος.} Ἐκ προσώπου δὲ τοῦ Νυμφίου νοούμενα δηλοῖ· ὡς ἐὰν κρατήσῃ τοὺς δικαίους ὁ Κύριος, ἄπτωτα τούτων μένῃ τὰ ὕψη· καὶ ὡς βότρυες θλιβέντες εὐφροσύνης οἷον προχέουσιν· οὕτως ἐν ταῖς θλίψεσι εὐφραίνουσιν οἱ δίκαιοι τὸν Χριστόν· ῥὶς δὲ αὐτῆς ὁ Ἀπόστολος γεγονὼς εὐωδίας ὀσμὴ τῷ Χριστῷ ὡς μῆλον, βρῶσιν παρέχων καὶ πόσιν τῶν τοῦ Χριστοῦ μυστηρίων. {Ὠριγένους.} Ἀπεικασθεῖσα φοίνικι, κ.τ.λ. Ἐπειδὴ ἐπαπορητικῶς ἔλεγεν ὁ Νυμφίος· τί ὡραιώθης καὶ τί ἡδύνθης, καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, τὴν αἰτίαν τοῦ πρὸς ὕψος ἐκτετακέναι ἑαυτὴν λέγει· ἐπειδὴ, γάρ φησιν σὺ ὁ Νυμφίος φοίνιξ εἶ, παραπεφύτευμαι δὲ κἀγώ σοι τῷ φοίνικι, τῷ σῷ ὕψει ἀναβαίνουσα, εἰκότως ὑψοῦμαι, ἐγγίσαι τῷ σῷ ὕψει ἐπιθυμοῦσα, ἵνα κρατήσω τοῦ σοῦ ὕψους, καὶ γένωμαι μιμουμένη σε, ὅπερ εἶ σὺ τῇ ἀπραξίᾳ τῆς φύσεως· διὰ τοῦτο γὰρ κατέβης ἵνα ἐγὼ ἀνέλθω καὶ ἴδω τοὺς σοὺς μασθοὺς, ὡς βότρυας τῆς ἀληθινῆς ἀμπέλου, ποτίζοντας ἐὰν θλασθῶσιν εὐφροσύνην, τοὺς τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντας· εἰς τοῦτο γὰρ ἀπὸ τῆς νηπιότητος ἔφθασαν, κατ' ὀλίγον προκόψαντες, καὶ τῆς ὀσμῆς τῶν ῥινῶν σου ἀντελάβοντο ὡς μήλων, τὴν τῆς θεότητος εὐωδίαν, ἐν τῷ ἀνθρώπῳ νοοῦσα· ἣν κεκρυμμένην διὰ τῆς ῥινὸς ἀναπέμπει τὸ ᾆσμα Παλαιᾶς καὶ Νέας Γραφῆς. Καὶ λάρυγξ σου, φησὶν, ὡς οἶνος ἀγαθός· ὁ εὐθύνων πρὸς σὲ τοὺς ἀφεστηκότας σου λόγος· ἱκανὸς ἐν χείλεσι καὶ ὀδοῦσιν, οὐκ ἐν τῇ γεύσει μόνον, ἀλλὰ καὶ ἐν τῇ χρήσει τὴν ἱκανότητα παρέχων· χείλη 1736 γὰρ τὴν γεῦσιν, ὀδόντες δὲ τὴν πλουσίαν ἀπόλαυσιν δηλοῦσιν. Εἰ δὲ ὁ Νυμφίος ταῦτα λέγει τῇ Νύμφῃ, τὰ μὲν πλεῖστα εἴρηται ὁμοίως· τὸ δὲ εἶπα ἀναβήσομαι καὶ τὰ ἑξῆς, τοιοῦτον· ὡς τοῦ ∆εσπότου Χριστοῦ νικῶντος πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν ταῖς χάρισιν οὐκ ἐπὶ τοῦ κρατῆσαι, ἐπὶ τοῦ ἅψασθαι δὲ ἢ δράξασθαι· ἐπαναβῆναι δὲ καὶ ὑπερκύψαι καὶ πλεονεκτῆσαι τῷ ὕψει νοουμένου. Ὅσον γὰρ ἂν ἐκταθῇ δύναμις ἀνθρωπίνη περισωθῆναι ταῖς ἀμοιβαῖς φιλονεικοῦσα, τῇ μεγαλοδωρεᾷ, καὶ πόνοις κατορθωμένων ἐκτίσαι τὰς προϋπηργμένας χάριτας, ἡττηθήσεται πάντως, ταῖς ὑπερβαλλούσαις νικωμένη τοῦ Θεοῦ εὐεργεσίαις. ιʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. {Νείλου.} Ἐκ