1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

52

ἀποκλύζειν τῷ ὕδατι· πολλὰ δὲ τῶν ῥυπτικῶν ὑδάτων εἶναι, φησὶ, τὰ πληρώματα. Ὅσαι γὰρ ἀρεταὶ, τοσαῦται καθαρσίων ὑδάτων πηγαὶ, καὶ καθαρωτέρους ἀεὶ ποιοῦσαι τοὺς ὀφθαλμούς· οἷον πηγὴ καθαρσίων ὑδάτων, ἡ σωφροσύνη· ἄλλη πηγὴ ταπεινοφροσύνης, ἡ ἀλήθειά τε καὶ δικαιοσύνη καὶ ἀνδρεία, καὶ τὰ τοιαῦτα, ἅτινα ὕδατά ἐστιν, ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα· δι' ὧν πάσης ἐμπαθοῦς λύπης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια· Ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοὶ, διὰ τῆς ἀκεραιότητός τε καὶ ἀκακίας, ταῖς περιστεραῖς ὡμοιωμένοι· τὸ δὲ γάλα τούτων εἶναι λουτρόν φησι, ὅτι μόνον ἐν ὑγροῖς τοῦτο εἰδώλου τινὸς ἀνεπίδεκτον καὶ ὁμοιώματος. Οὐδὲ γὰρ ἡ Ἐκκλησία μάταιόν τι καὶ πεπλανημένον καὶ ἀνυπόστατον ἐν ἑαυτῇ σκιαγραφεῖ παρὰ τὴν ἀλήθειαν· τὸ δὲ ἐπαγόμενον, νόμος ἐστὶ τοῖς ἐπαΐουσι· περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς ἔχειν. Τὴν διηνεκῆ γὰρ προσεδρείαν τῆς περὶ τὰ μαθήματα προσοχῆς, τὸ Καθήμεναι ἐπὶ πληρώματα ὑδάτων, δηλοῖ· καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου· οὕτω γὰρ ὅ τε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται, καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται· τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντας καὶ ἐπισκοποῦντας ὁ λόγος· ὧν χρὴ προβεβλῆσθαι μὲν τὴν τῶν θείων δογμάτων ἀσφάλειαν, ἐπικαλύπτεσθαι δὲ τῇ ταπεινοφροσύνῃ, καθάπερ τινὶ περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας· μήποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης, ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν. {Φίλωνος.} Εἰ σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία, εἴη ἂν αὐτοῦ ἕκαστον μέλος, ἕκαστον τάγμα τῶν ἐν τῇ Ἐκκλησίᾳ· καὶ πρῶτόν γε οἱ πατριάρχαι, ἐξ ὧν τὸ κατὰ σάρκα Χριστὸς, τῆς πίστεως αὐτῶν διὰ τὸ ἰσχυρὸν, ἀπεικαζόμενοι χρυσίῳ τινὶ ἰσχυρῷ· κεφὰζ 167 γὰρ, πέτρα ἑρμηνεύεται. Εἶτα τοὺς ἀποστόλους, ἐλάτας λέγων καὶ μέλανας, τὴν κακοπάθειαν αὐτῶν σημαίνων· καὶ ἑπταόφθαλμος δὲ τοῦ ἁγίου Πνεύματος δύναμις ἐφορῶσα τὴν Ἐκκλησίαν, ὀφθαλμοὶ αὐτοῦ εἴρηνται· πληρώματα δὲ τῶν ὑδάτων τούτων ἡ ἀγάπη· ἢ ἵνα τὸ πλήρωμα τοῦ λουτροῦ τῆς παλιγγενεσίας δείξῃ καὶ ἐν τῇ τῆς κακίας λευκότητι, ἐπὶ πληρώμασι τῶν Ἐκκλησιῶν καθεζομένους τοὺς ἱερεῖς. ιγʹ. Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. {Γρηγορίου.} Ἀκολούθως ἐπαινοῦνται μετὰ τοὺς ὀφθαλμοὺς αἱ σιαγόνες· ὧν ἕργον ἐστὶ, τὸ λεπτύνειν τὴν θείαν Γραφήν· δι' ἧς ἡ τοῦ σώματος τῆς Ἐκκλησίας συντηρεῖται δύναμις· ὡς εἶναι πάντα τηλαυγῆ καὶ νηπίοις κατάδηλα, καὶ δίχα τινὸς δολερᾶς κοιλότητος. Τοῦτο γὰρ ἡ φιάλη αἰνίττεται· μήτε ἄγαν βαθυνομένου τοῦ σχήματος αὐτῆς, μήτε δι' εὐθείας ἐξυπτιάζοντος· ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν, μήτε ἐπίπεδον. Εἰ οὖν τοιαῦταί εἰσιν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτῆς ἔσται ἡ φύσις ἐκείνου τοῦ ὑπὲρ πάντα τὰ ἀρώματα, καθὼς ἐν προοιμίοις φησὶν ἡ Νύμφη. {Ὠριγένους.} Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον, κ.τ.λ. Χείλη αὐτοῦ, κρίνα στάζοντα σμύρναν. {Γρηγορίου.} Ἐπαινεῖται μετὰ τὰς σιαγόνας τὰ χείλη, δι' ὧν ὁ λόγος ἀρωματίζων προέρχεται. ∆ύο δὲ κατὰ ταυτὸν μαρτυρεῖ ἀρετὰς τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος· ὧν μὲν γάρ ἐστιν ἡ ἀλήθεια λαμπροτέρα τε καὶ φωτοειδὴς, ἐν τοῖς λεγομένοις θεωρουμένη ὥσπερ κρίνον, ἑτέρων δὲ, τὸ μόνην τὴν νοητὴν καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας, ἀπονεκρουμένης τῆς κάτω ζωῆς, τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. Ἡ γὰρ ἀποῤῥέουσα τοῦ στόματος σμύρνα, καὶ τὴν δεχομένην πληροῦσα ψυχὴν, ἐμφαίνει τὴν τοῦ σώματος νέκρωσιν· ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμὸς ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς πηγάζουσαν, οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος, τῶν τῇ θείᾳ κεκαλλωπισμένων λαμπρότητι· οὕτω γὰρ τοὺς δι' ἀρετῆς εὐποροῦντας ὀνομάζει ὁ λόγος· ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν, ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχομένων διάνοιαν·