1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

10

τροπικῇ σημασίᾳ τῇ πρὸς τὸ Θεῖον ἀνάκρασιν, καὶ κοινωνίαν ἀνθρωπίνης οὐσίας ἑρμηνεύουσα· ταύτην δὲ οὐκ ἂν ἄλλως ἦν δυνατὸν γενέσθαι, εἰ μὴ διὰ τοῦ συσκίου ἡμῖν φανῆναι τὸν Κύριον· ὃς οὐ νυμφίος μόνον, ἀλλὰ καὶ οἰκοδόμος ἐστίν· αὐτὸν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον, καὶ ὕλη τῆς τέχνης γενόμενος· ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ, διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον· τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ κυπάρισσος· κέδροι μὲν γὰρ διὰ τὸ ἐπιμήκεις εἶναι τῷ πλάτει τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσι· κυπάρισσοι δὲ διὰ τῆς γενομένης φατνώσεως, τὴν ἔνδοθεν τοῦ οἴκου κατασκευὴν ὡραΐζουσιν· ἐπειδὴ γὰρ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐπὶ τοῦ καλῶς τὴν οἰκίαν ἐπὶ τὴν πέτραν οἰκοδομήσαντος· ὅτι κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὰ οἰκοδομήματα· χρεία τοιούτων ἡμῖν δοκῶν, αἵτινές εἰσιν αἱ ἀρεταὶ αἳ τὰς πειρασμῶν ἐπιῤῥοὰς οὐ προσίενται, στερεαὶ οὖσαι καὶ ἀνένδοτοι· καὶ τὸ πρὸς κακίαν ἀμέθεκτον ἐν τοῖς πειρασμοῖς διασώζουσαι· μήποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως, κοῖλοι γενώμεθα, καὶ τὴν ἐπιῤῥοὴν τῶν τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧν φθείρεται ἡμῖν τὰ ἀπόθετα· αἰνίττεται δὲ διὰ τῶν δοκῶν καὶ τοῦ φατνώματος ὁ λόγος, ὅπερ ἐστὶν εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις, τὸ τῆς ὀρόφου κάλλος διαποικίλλουσα· καὶ τῆς εὐπνοίας τῆς φυσικῶς παρακολουθούσης τῇ κυπαρίσσῳ, ἥτις καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος, καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτήδειος· τῷ μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδολον, ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν· χρὴ γὰρ προνοεῖν καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων· καὶ Θεῷ μὲν πεφανερῶσθαι, ἀνθρώπους δὲ πείθειν καὶ καλὴν μαρτυρίαν ἔχειν ἀπὸ τῶν ἔξωθεν· λάμπειν τε τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξωθεν· ταῦτά ἐστι τὰ φατνώματα τὰ διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν ἡ κυπάρισσος ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνούμενα. {Νείλου.} Συγγνωμόνως πάλιν αὐτὴ, μᾶλλον δὲ ἐκπλησσομένη, ἐπὶ τῷ ἀκοῦσαι καλὴ παρὰ τοῦ νυμφίου· μόνῳ γὰρ ἐκείνῳ τὴν τοιαύτην ἐπίκλησιν ἁρμόζειν ἐνόμιζε, θνητῷ δὲ οὐδενί· εὐθέως ἐπ' αὐτὸν ἀναστρέφει τὴν μαρτυρίαν· Ἰδοὺ εἶ καλὸς ὁ ἀδελφιδός μου, λέγουσα, καί γε ὡραῖος πρὸς, ἀντὶ τοῦ, περισσῶς· οὕτω γάρ τισι διαιρεῖν ἔδοξε· καὶ μετὰ τοῦτο 1576 Ἡ κλίνη ἡμῶν σύσκιος· τὸ σῶμα λέγοντες τὸ κοινὸν, ἐν ᾧ ἀνεπαύοντο ἀμφότεροι, ὅ τε Θεὸς Λόγος καὶ ἡ μακαρία ψυχή· φειδομένου τοῦ νυμφίου ὕπαιθρον αὐτὴν ἔχειν· μὴ πάλιν ἐξ ἐπηρείας τοῦ ἐναντίου ἡλίου ἀκτῖνος πάθῃ τι τῆς παλαιᾶς μελανότητος· κατὰ δὲ τὴν ἑτέραν διαίρεσιν, οὕτω νοηθήσεται· ὡσανεὶ τῆς νύμφης λεγούσης, ὅτι Ὦ νυμφίε, σὺ μόνος ἂν ἐνδίκως λέγοιο καλὸς καί γε ὡραῖος, μὴ ἐπίκτητον, ἀλλὰ φυσικὸν ἔχων τὸ κάλλος· καὶ πρὸς κλίνῃ δὲ ἡμῶν γενόμενος, ὡραῖος εἶ καὶ σύσκιος, τὴν μὲν θείαν τῆς θεότητος καὶ ἀκραιφνῆ μορφὴν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ, ἐνεργῶν μὲν τὰ τῆς θεότητος ἴδια· διὸ διάγνωστος δὲ γενόμενος διὰ τὴν ἐπικρύπτουσαν τὰ ἐπιτελούμενα παραδόξως τοῦ σώματος περιβολήν. {Ὠριγένους.} Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανότερόν τε τοῦ νυμφίου κάλλει ἡ νύμφη, κ.τ.λ. ΚΕΦΑΛ. Βʹ. αʹ. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. {Κυρίλλου.} Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅπου γε καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἃ παντασπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων· κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. {Φίλωνος.} Ταῦτά φησιν ἡ νύμφη ἀκούσασα παρὰ Ἡσαΐου, "Ἀγαλλιάσθω ἔρημος, καὶ ὡς κρίνον ἀνθείτω·" καὶ παρὰ τοῦ Κυρίου, "Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·" λέγει δ' ἂν ὁ Κύριος ἐπὶ γῆς γεγονέναι, ὡς ἀνθήσωσιν οἱ πιστοὶ καὶ ἐν τῷ ᾅδῃ· τοῦτο γὰρ