1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

37

ἡμέρας· δίδυμοι δὲ οἱ νεβροὶ καλῶς εἴρηνται, μιᾶς κοιλίας καὶ ὠδῖνος ὄντες σύγχρονοι· καὶ γὰρ οἱ τῆς Ἐκκλησίας νήπιοι, μιᾷ ὠδῖνι διὰ τῆς χάριτος ἀπεκυήθησαν. {Ὠριγένους.} Τὸ ἡγεμονικὸν, κ.τ.λ. {Κυρίλλου.} Ἢ καὶ δύο νεβροὶ, ἡ ἠθικὴ καὶ δογματικὴ διδασκαλία, οἱ δύο τῆς Νύμφης μαστοί· ἐξ ὧν οἱ τρεφόμενοι ὀξύτητι βλέπουσι πρὸς Θεόν· ῥῖνα δὲ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν λόγων τὴν εὐωδίαν, ἅπερ νεμόμεθα μέχρι συντελείας. Πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου. {Γρηγορίου.} Κατὰ μέρος ἐπαινέσας τὴν Νύμφην, εἶτα μέλλων ὁλοσώματον ποιεῖσθαι τὸν ἔπαινον, καὶ ὅλην ὑφ' ἒν ἐγκωμιάζειν, μεταξὺ τὴν αἰτίαν τοιαύτην εἶναι παραβέβληκε λέγων· Πορεύσομαι ἐμαυτῷ, καὶ τὰ ἑξῆς· διὰ μὲν οὖν τῆς σμύρνης, τὸ πάθος· διὰ δὲ τοῦ λιβάνου. τὴν δόξαν τῆς θεότητος ἐνδειξάμενος· εἰπὼν δὲ, ἐμαυτῷ, παρέστησεν ὅτι οὐδεὶς αἴρει τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτοῦ· ἀλλ' ἐξουσίαν ἔχει θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν· διὰ δὲ τοῦ ὄρους, τὸ μέγα δείκνυσι τοῦ μυστηρίου καὶ ὑψηλόν. {Νείλου.} Εἶτα ἐπήγαγεν· ἐπειδὴ οὔτω καλὴν τὴν Νύμφην, εἴτε ψυχὴν, εἴτε καὶ τὴν Ἐκκλησίαν, σπεύδει λοιπὸν ἐπὶ τὸν θάνατον· ἵνα παραστήσῃ ἑαυτῷ ταύτην, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἢ τοιοῦτον· καὶ ἵνα καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι· πορεύσεται δὲ οὐκ ἄκων, ἀλλ' ἑκών· ὄρος γὰρ τὸν θάνατον ἐδήλωσε· μεθ' ὃν βουνὸν τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· ὄρος μὲν τὸν θάνατον, διὰ τὸ φοβερόν· βουνὸν δὲ τὴν ἀνάστασιν, διὰ τὸ τῇ ἐλπίδι τοῦ θανάτου τὸ δεινὸν ἐπελαφρίζειν· κατὰ μέρος δὲ ἐπαινέσας τὰ μέλη τῆς Νύμφης, διὰ τοῦ ἐπαγομένου ὅλην αὐτὴν ἐγκωμιάζει, ἄμωμον καὶ ὅλην καλὴν προσαγορεύων. 1653 ζʹ. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. {Γρηγορίου.} Οὐ γὰρ ἔστιν ἄλλως καθαρθῆναι τοῦ μώμου τὴν ἀνθρωπίνην φύσιν, μὴ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν δι' ἑαυτοῦ ἐξαφανίσαντος τὴν κακίαν, καταργῆσαι διὰ τοῦ θανάτου τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ πάλιν ἑαυτὸν ἐπαναγαγεῖν πρὸς τὴν ἰδίαν δόξαν τῆς θεότητος, ἣν εἶχεν ἀπ' ἀρχῆς πρὸ τοῦ τὸν κόσμον εἶναι· διό φησιν· Ἀνέξομαι θάνατον, ὅπως αὐτὴν καθάρω. Ὁ τοίνυν συμμετασχὼν τῆς σμύρνης, εἴτουν τοῦ θανάτου, συμμεθέξει πάντως καὶ τοῦ θανάτου· ὁ γὰρ συμπάσχων, καὶ συνδοξάζεται. Ὁ δὲ ἅπαξ ἐν τῇ θείᾳ δόξῃ γενόμενος, ὅλος γίνεται καλὸς, ἔξω τοῦ ἀντικειμένου μώμου γενόμενος. ηʹ. ∆εῦρο ἀπὸ Λιβάνου, Νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως· ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμών· ἀπὸ μανδρῶν λεόντων· ἀπὸ ὀρέων παρδάλεων. {Κυρίλλου.} ∆ιδάσκει ἡμᾶς πόθεν ἡ Νύμφη, καὶ ὅτι ἐξ εἰδωλολατρείας ἔρχεται· κατείδωλον γὰρ ὄρος ὁ Λίβανος· ὅθεν, Ἐλεύσῃ, φησίν· διελεύσῃ δὲ διὰ τοῦ νόμου· ἀγνοοῦσα γὰρ αὐτὸν, τὸ Χριστοῦ κατηχήθης μυστήριον. {Γρηγορίου.} Εἰπὼν γὰρ, ὅτι "Καλὴ εἶ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·" ὡς ἂν μὴ τῇ μαρτυρίᾳ ταύτῃ ἐκχαυνωθεῖσα, πρὸς τὴν τῶν μειζόνων ἄνοδον ἐμποδισθεῖσα, πάλιν διὰ τῆς προτρεπτικῆς ταύτης φωνῆς ἐπὶ τὴν τῶν ὑπερκειμένων ἀναβῆναι παρακελεύεται. Καλῶς, φησὶν ἐν τοῖς φθάσασιν, ἠκολούθησας· ἦλθες μετ' ἐμοῦ πρὸς τὸ ὄρος τῆς σμύρνης· συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· συνανῆλθές μοι καὶ ἐπὶ τὸν βουνὸν τοῦ Λιβάνου· συνανέστης γὰρ καὶ ὑψώθης ἐν τῇ τῆς θεότητος κοινωνίᾳ· ἀνάβηθι καὶ ἀπὸ τούτων ἐπὶ ἕτερα ὄρη προκόπτουσα καὶ ὑψουμένη διὰ τῆς ἐνεργοῦς γνώσεως· ἀρχὴ γάρ σοι πίστεως καὶ ἐπὶ τῆς πρὸς τὰ ὑψηλὰ πορείας, οὗτος ὁ Λίβανος γέγονεν, οὗ μετέσχες διὰ τῆς ἀναστασέως, οὐκ ἔτι μνηστὴ, ἀλλὰ Νύμφη γινομένη· ἀπὸ τοίνυν τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ἡ πίστις. Ἐλεύσῃ καὶ διελεύσῃ· τουτέστι καὶ νῦν ἥξεις, καὶ εἰς ἀεὶ διερχομένη διὰ τῶν τοιούτων ἀνόδων οὐκ ἀπολήξεις. Ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμών. ∆ιὰ τούτων δὲ, τὸ τῆς ἄνωθεν γεννήσεως ὑποφαίνει μυστήριον· ἐντεῦθεν γὰρ, φησὶ, τὰς τοῦ Ἰορδάνου πηγὰς, ὧν ὑπέρκειται τοῦτο τὸ ὄρος, δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται ὀνόματα· τὸ δὲ ἀπὸ λεόντων τε καὶ παρδάλεων, ἀπὸ διαβολικῶν εἱρκτῶν