1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

4

οἰκητήριον· ἀπὸ μέρους γὰρ δέῤῥεις τὴν βασιλικὴν ἔφη σκηνήν. εʹ. Μὴ βλέψητέ με ὅτι εἰμὶ μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιοσ. {Γρηγορίου.} Τὴν τῶν μαθητευομένων διάνοιαν μὴ τῷ ∆ημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι, ἀλλὰ τῇ ἑκάστου προαιρέσει, καί φησιν· Μὴ νομίσητε ὅτι μέλαινα ἐκτίσθην, ἀλλ' ὅτι τοιαύτην ὁ πονηρὸς ἀπέδειξεν ἥλιος· περὶ οὗ τὸ ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. {Ὠριγένους.} Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν, ὃν Ἥλιον δικαιοσύνης ἀναγορεύουσιν αἱ Γραφαί. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό μου φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. {Γρηγορίου.} Υἱοὺς μητρὸς, τοὺς νοητοὺς εἶπεν ἐχθρούς· λογικοὶ γὰρ ὁμοίως, καὶ ἐκ μιᾶς ἅπαντες αἰτίας τῆς θείας φύσεως· οἵτινές με, φησὶν, ἐκβάλλοντες τοῦ καλοῦ ἀμπελῶνος, τουτέστι τοῦ παραδείσου, ἔθεντό με φυλάσσειν τοὺς αὐτῶν ἀμπελῶνας, ἐν οἷς βότρυς πικρίας καὶ σταφυλὴ χολῆς καὶ θυμὸς δρακόντων γεωργεῖται· ἐν ἀμπελῶσι δὲ εἶπε διὰ τὸ πολυσχεδὲς τῆς κακίας· μνησθεῖσα δὲ τοῦ πάλαι πτώματος, τὰς νεάνιδας ἀφεῖσα, πρὸς τὸν νυμφίον αὖθις ποιεῖται τὸν λόγον. {Ὠριγένους.} Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, κ.τ.λ. {Κυρίλλου.} Τάχα δὲ κατηγορεῖ ἑαυτῆς, ὅτι τὸν ἴδιον οὐκ ἐφύλαξεν ἀμπελῶνα, πορθεῖν αὐτὸν ἀφεῖσα πάντα τὸν παραπορευόμενον τὴν ὁδόν· λυμήνασθαί τε αὐτὸν ἦν ἐκ δρυμοῦ, καὶ μονιὸν ἄγριον κατανεμήσασθαι αὐτόν· τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι μὴ δυνηθεῖσα φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε γεωργῆσαι, μήτε φυλάξαι, ἐπὶ τοσοῦτον προέκοψεν, ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι. {Ἀπολιναρίου.} Ἀνάγοιτο δ' ἂν ταῦτα καὶ ἐπὶ τοὺς πρότερον μὲν τὴν Ἐκκλησίαν διώξαντας, ὕστερον δὲ διδάξαντας τοὺς ὑπ' αὐτῶν διωχθέντας, ὁποῖος ἦν ὁ Παῦλος· ἑνικῶς γὰρ ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· Υἱὸς μητρός μου ἐμαχέσατο ἐν ἐμοὶ, ἔθετό με φυλάκισσαν ἐν ἀμπελῶσι, τουτέστι μετὰ τὸ διῶξαι, ἔθετό με φυλάσσειν τὰς ἐντολὰς τοῦ Θεοῦ. {Κυρίλλου.} Ἤγουν υἱοὺς μητρὸς αὐτῆς λέγει τῆς συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους· οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν εἰς Χριστόν· τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νόμον λατρείαν· 1557 αὕτη γὰρ ἀμπελών· ἀλλ' ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύλαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ὥς φησιν ὁ μακάριος Παῦλος. ʹ. Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡσεὶ περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. {Γρηγορίου.} Τοὔνομά σου, φησὶν, ἀγνοῶ, ἐκ δὲ τῆς ἀγάπης καλῶ· ἀγαπῶ γὰρ εἰκότως τὸν ἀγαπήσαντα καὶ τὴν ψυχὴν θέντα ὑπὲρ ἐμοῦ· καὶ βούλομαί σου τὴν νομὴν εὑροῦσα ἐμφορηθῆναι τῆς αἰωνίου τρυφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν ζωὴν εἰσελθεῖν· ἔνθα με ἀναπαύσεις, ἐν ἀσκίῳ φωτὶ τῆς ἀναστάσεως· ἀλλά με δίδαξον πῶς ἔστι τούτων τυχεῖν, μήπως ἀποσφαλεῖσα ταῖς ἀλλοτρίαις ἐμπέσω τῶν σῶν ποιμνίων ἀγέλαις· ἀγωνιᾷ γὰρ εἰς τὸ φυλάξαι μέχρι τέλους ὅπερ ἐκτήσατο κάλλος, καὶ περὶ τούτου πυνθάνεται· ὁ δὲ νυμφίος μείζων πόθον ἐξάπτων ἀναβάλλεται τὴν ἀπόκρισιν· οἱ φίλοι δὲ ἀποκρίνονται τοῦ νυμφίου, καὶ λέγουσι τὰ ἐπαγόμενα, τὸν τρόπον τῆς τῶν προσόντων ἀγαθῶν ἀσφαλείας, διὰ συμβουλῆς ὑφηγούμενοι· ἔστι δὲ κεκαλυμμένος ὁ παρ' ἐκείνων λόγος. {Κυρίλλου.} Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους καλεῖ· ἔφη γάρ· "Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους." Φίλοι γάρ ἐστε. Περιβαλλομένη δὲ λέγει καλυπτομένη· λέγοντος Παύλου· "Ὅτι ἄχρι τῆς σήμερον ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Φωνὴ οὖν ἡ μετανοοῦσα συναγωγὴ πρὸς Χριστὸν, ∆ήλωσόν μοι σαυτὸν, ὅπως μὴ τῶν ἑταίρων σου ποιμαίνων τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κάλυμμα ἔχουσα. ζʹ. Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. {Γρηγορίου.} Τοῦτο φυλακτήριον, τὸ σεαυτὴν ἐπιγνῶναι· ὁ δὲ τοῖς τῶν προοδευσάντων πεπλανημένοις ἴχνεσιν ἀκολουθήσας, λήσεται εἰς