1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

35

{Νείλου.} Ἐπὶ μὲν τῆς ψυχῆς, τὸ αὐστηρὸν τοῦ βίου καὶ τοῖς πάθεσιν ἀπρόσιτον, μῆλόν ἐστι παρειᾶς λεπύρῳ ῥόας διὰ τὴν στυφότητα παραπλήσιον· τούτῳ γὰρ μάλιστα τῷ μέρει κρίνεται ἡ κατάστασις, τοῦ μὲν σώφρονος σκυθρωπάζουσα, καὶ τοῖς ἀκολάστοις ὀφθαλμοῖς τῷ ἀμειδεῖ σχήματι, τὸ ἄγευστον σημαίνουσα τῆς ὄψεως· τοῦ δὲ διακεχυμένου, ὡσανεὶ ὑπομειδιῶσα καὶ κεχαλασμένη καὶ λίχνους προσκαλουμένη πόῤῥωθεν ὀφθαλμούς· καὶ τὸ τῆς ἠδονῆς αὐτοῖς πάθος εὐαγγελιζομένη τῇ φαιδρότητι· ἐπὶ δὲ τῆς Ἐκκλησίας τὸ τῶν παρθενευόντων τάγμα καὶ ἀσκουμένων τὴν σεμνότητα, αὐχμηροτέραν καὶ δυσέντευκτον τοῖς αἱρετικοῖς ἐρασταῖς δεικνυόντων τὴν ὄψιν τῆς Νύμφης· καὶ οὐδὲν ἔχουσα τῇ ἐκείνων γεύσει ἐδώδιμον· λέπυρον γὰρ ῥόας, τοὺς μὲν ἔξωθεν γενομένους ἀποσοβεῖ, ἀποτρόπαιον ἔχον τῇ γεύσει ποιότητα· κρύπτει δὲ τὸν ἕσω καρπὸν ἀσφαλῶς· λαώδης δὲ καὶ παραπλήσιος πανηγύρει πλήθους ἀγάπῃ συνδεδεμένου, ὁ τῆς ῥόας καρπός· οὐ μόνον ἕρκει κραταιῷ τῷ ἔξω φλοιῷ φρουρούμενος, ἀλλὰ καὶ ὑμέσι λεπτοῖς εἰ διάφορα διῃρημένος συστήματα· καὶ μιμούμενος τὰ τάγματα τῆς ἐκκλησιαστικῆς ἀκολούθου τάξεως· τοσοῦτον διῃρημένα, ὅσον μὴ συγκεχῦσθαι τὸν Ἐκκλησίᾳ πρέποντα κόσμον, καὶ λαῷ Θεοῦ καθήκουσαν κατάστασιν φυλάττεσθαι· ἀξιώμασιν ἀρετῆς καὶ λειτουργίαις ἱερατικαῖς οἰκονομικῶς μεριζόμενα, καὶ οὐ κεχωρισμένα διαθέσει, ἀλλ' ἀγάπῃ συνδεδεμένα· καὶ ἐντὸς δὲ τῆς σιωπήσεως τοιαύτη ἐστὶν ἡ παρειὰ τῆς Νύμφης, πολὺ τὸ σεμνὸν μετὰ αὐστηρᾶς κατέχουσα τῆς καταστολῆς. 1648 {Ὠριγένους.} Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, κ.τ.λ. δʹ. Ὡς πύργος ∆αβὶδ τράχηλός σου, ὁ ᾠκοδομημένος ἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν· πᾶσαι βολίδες τῶν δυνατῶν. {Γρηγορίου.} Ἐκ τούτων μανθάνομεν ὅτι τὰ παρὰ τῶν ἁγίων γινόμενα, τύπος τις καὶ διδασκαλία τῶν εἰς ἀρετὴν κατορθουμένων ἐγίνοντο· οἷον οἱ γάμοι, δι' ὧν τὴν τῶν ἀρετῶν συνοίκησιν ἡμῖν δι' αἰνιγμάτων ὑποτίθενται· ἡ ἀποικία, καὶ γὰρ τοῦ ἐναρέτου βίου τὸν οἰκισμὸν ὑποβάλλει· αἱ τῶν οἰκοδομημάτων κατασκευαὶ, τὴν γὰρ δι' ἀρετῆς οἰκοδομουμένην ἐπιμέλειαν ποιεῖσθαι διακελεύεται· ὁ κατὰ τῶν ἀλλοφύλων πόλεμος, διδάσκων κατὰ τῆς ἀδικίας ἡμᾶς ἀνδρίζεσθαι· οὕτω τοίνυν καὶ ὁ παρὰ τοῦ ∆αβὶδ περιφανὴς πύργος, ἐν ᾧ τὰ ἀκροθίνια τῶν λαφύρων ἀνέθηκε, πρὸς τὴν προκοπὴν τῆς Ἐκκλησίας βλέπει· διὰ τούτου παρεμφαίνων θείους τινὰς εἶναι τοὺς ἐν τῷ λαῷ τὸν τραχήλου τόπον ἔχοντας διδασκάλους, οἵτινες τὴν ἀληθινὴν κεφαλὴν τὸν Χριστὸν βαστάζοιεν ἐφ' ἑαυτῶν· ἔχοντες καὶ τὴν θρεπτικὴν ἐνέργειαν, φημὶ δὴ τὴν διδασκαλίαν· δι' ἧς τῷ σώματι τῆς Ἐκκλησίας συντηρεῖται ἡ δύναμις· δεκτικοί τε τοῦ Πνεύματος ὄντες, τοῦ τὴν καρδίαν πυροειδῆ ποιοῦντος καὶ ἐκθερμαίνοντος, καὶ διὰ τῆς εὐήχου φωνῆς ὑπηρετοῦντες τῷ λόγῳ, καὶ τὴν ἐναρμόνιον τῶν σπονδύλων θέσιν, διὰ τοῦ συνδέσμου τῆς εἰρήνης φέρεσθαι, καὶ ἀνορθούμενον πάλιν ἐν τῷ τὰ ἄνω φρονεῖν, καὶ πρὸς τὰ πλάγια μεταστρεφόμενον εὐκόλως· ἐν ᾧ τὰς ποικίλας τοῦ διαβόλου μεθοδίας ἐκκλίνειν καὶ ἀσφαλίζεσθαι δεικνύντες, οἷος ἦν καὶ ὁ μακάριος Παῦλος, ὃς τὸ ὄνομα τοῦ Χριστοῦ ἐβάστασε, σκεῦος ἐκλογῆς γενόμενος, καὶ εὐήχῳ ἀρτηρίᾳ κηρύττων τὸ Εὐαγγέλιον, καὶ τὸν Χριστοῦ ἔχων λαλοῦντά τε καὶ φθεγγόμενον· ὁ τοιοῦτος οὖν τράχηλος, ὄντως παρὰ τὸν ∆αβὶδ ᾠκοδόμηται· νόει δὲ διὰ τοῦ ∆αβὶδ, τὸν τοῦ βασιλέως πατέρα, ἐν περιόπτῳ τινὶ τόπῳ καὶ ὑψηλῷ· τοῦτο γὰρ τὸ Θαλπιώθ· ὃς ἐξ ἀρχῆς τὸν ἄνθρωπον κατεσκεύασεν εἶναι πύργον, καὶ οὐχὶ σύμπτωμα· καὶ διὰ τῆς χάριτος αὐτοῦ πάλιν ᾠκοδόμησεν, ἀσφαλισάμενος τοῖς πολλοῖς θυρεοῖς, καὶ ταῖς βολίσι τῶν δυνατῶν, οὐ κειμένοις ἐπὶ γῆς, ἀλλὰ διαερίοις κρεμαμένοις, οἵτινες εἶεν ἀγγελικαὶ φρουραὶ, ὡς μηκέτι τῶν πολεμίων ἐφόδοις ἐπίβουλον γίνεσθαι, ἀλλὰ καὶ φόβον ταύταις ἐμποιεῖν, τοῦ μηδὲ τὴν ἀρχὴν ἐγχειρῆσαι καταδραμεῖν· τὸ δὲ, χίλιοι, εἰς ἔνδειξιν πλήθους λαμβάνεται· ὤμους δὲ νοήσεις, οἷς πέφυκεν οὗτος ὁ τράχηλος, τὰς πρακτικάς τε καὶ ἐνεργητικὰς σπονδὰς, δι' ὧν οἱ βραχίονες ἡμῶν τὴν σωτηρίαν