1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

21

τοῦ τρυγόνος ἀκουσθείσης τῆς λεγούσης· "∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," οὐκ ἔτι ἦν χρεία τοῦ καταβαίνοντος ὡς ὑετοῦ ἀποφθέγματος νομικοῦ λόγου· καὶ τῶν ἀνθέων ὀφθέντων ἐν τῇ γῇ τῶν ἐν τῷ Χριστιανισμῷ ἁγίων ἀνδρῶν, καιρὸς τῆς τομῆς ἔφθακε τῆς ἀποβολῆς τῶν Ἰουδαίων· καὶ ἡ συκῆ ἢν κόψαι διὰ τὸ μὴ φέρειν καρπὸν ὁ οἰκοδεσπότης ἐκέλευσεν, τοὺς τῆς μετανοίας ἐξήνθησεν ὀλύνθους, μετὰ τὴν ἐπιδημίαν Χριστοῦ, τὰ τῆς ἰδιωτικῆς διδασκαλίας δεξαμένη κόπρια· καὶ ἡ ἄμπελος δὲ ἐκ τῆς ἀληθινῆς ἀμπέλου μεταφυτευθεῖσα ἐκ τοῦ κυπρισμοῦ ἔδωκεν ὀσμὴν, οἱ λέγοντες τοῦ Χριστοῦ· Εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· καὶ αὐτοὶ γὰρ οἱ ἀπιστοῦντες τῷ Εὐαγγελίῳ, καὶ τὸν λόγον ἐθαύμαζον τοῦ κηρύγματος, καὶ τῶν σημείων ἐξεπλήσσοντο τὴν δύναμιν. {Κυρίλλου.} Ἢ καὶ τὸ τῆς τομῆς ἔφη τοῦ νοητοῦ θερισμοῦ· περὶ οὗ ὁ Σωτήρ φησιν· "Ὁ μὲν θερισμὸς πολύς." {Ὠριγένους. Ἀνάστα}, φησὶν, κ.τ.λ. {Ἄλλως.} Καὶ τρυγόνος λέγει τῆς ἀποῤῥήτου καὶ ἀγνώστου σοφίας· φιλέρημον γὰρ τὸ ζῶον, ἧς ἡ φωνὴ ἀκούεται τοῖς ἔτι γήϊνον σῶμα περικειμένοις· τομῆς καιρὸς, ὁ τῆς τῶν περιττῶν ἀποθέσεως, οὗτος δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ὧ δεῖ τὰ σωματικὰ τοῦ νόμου, καὶ τὰς ἐν τοῖς προφήταις ἱστορίας, περιπεφυκότα τοῖς πνευματικοῖς περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα· καιρὸς δὲ πάλιν καὶ τῆς τῶν ἀμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως διὰ λουτροῦ παλιγγενεσίας· καὶ μὴ θαυμάσῃς εἰ ὁ Νυμφίος ὡς περὶ ἑτέρου λέγει τοῦ τρυγόνος, πολλαχοῦ γὰρ τοῦτο ἔθος τῆς Γραφῆς ἐστι. ιδʹ. Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· καὶ ἐλθὲ σὺ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχείσματος· δεῖξον μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὄτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. {Κυρίλλου.} Ἡ πέτρα ἐστὶν ὁ Χριστός· αὐτὸς γὰρ ἡμῖν τεῖχος γίνεται τοῖς πιστοῖς καὶ σκέπη, καὶ πᾶσα ἀσφάλεια διὰ τοῦ προτειχίσματος δηλουμένη· ἔνθα γενομένη, φησὶ, τεύξῃ πάσης ἐπικουρίας. 1608 {Ἀπολιναρίου.} Ἢ καὶ τείχισμα, τὸν ἐντὸς ἄνθρωπον· προτείχισμα δὲ τὸν ἐκτὸς, ὅπερ Ἀκύλας ἐν ἀποκρύφοις ἐκδέδωκεν· ἐν ᾧ καὶ τὰς εὐχὰς ἐνεργεῖσθαι κελεύει Χριστός. {Γρηγορίου.} Οὔτε τῆς τοιαύτης ἀναστάσεως, οὔτε τοῦ τοιούτου δρόμου πέρας ἐστίν· ἀεί τε γὰρ ἀνίστασθαι χρὴ, καὶ μηδέποτε τῷ Θεῷ προσεγγίζοντας παύεσθαι. Ὁσάκις οὖν λέγει τό· Ἀνάστηθι καὶ ἐλθὲ, τοσαυτάκις τῆς πρὸς τὸ κρεῖττον ἀναστάσεως τὴν δύναμιν δίδωσιν· ὡς ἐκ καλῆς γενέσθαι καλὴν, καὶ κατὰ τὸν Ἀπόστολον τὴν αὐτὴν εἰκόνα ἀπὸ δόξης εἰς δόξαν μεταμορφοῦσθαι· οὕτω τοίνυν περιστερὰν οὖσαν ἐν τοῖς προκατορθωμένοις, οὐδὲν ἧττον περιστερὰν αὐτὴν πάλιν διὰ τῆς πρὸς τὸ κρεῖττον μεταμορφώσεως γενέσθαι διακελεύεται· λέγει γὰρ, δεῦρο σεαυτῇ περιστερά μου, τοὐτέστι μηκέτι πρὸς τὴν τῶν ἐφελκομένων βλέπειν σπουδὴν, ἀλλ' ὁδηγὸν πρὸς τὸ κρεῖττον τὴν ἰδίαν ἐπιθυμίαν ἔχειν· δεῦρο γὰρ, φησὶ, σεαυτῇ τοῖς ἰδίοις λογισμοῖς τὴν πρὸς τὸ καλὸν προθυμίαν ἐπιῤῥώσασα· οὐκ ἀνάγκης καθηγουμένης· ἀδέσποτον γὰρ ἡ ἀρετὴ καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον· καὶ εἰ ἐγυμνάσθης, ὦ ψυχὴ, τῷ νόμῳ, εἰ τὰς διὰ τῶν προφητικῶν θυρίδων αὐγὰς τῇ διανοίᾳ τεθέασαι, μηκέτι ὑπὸ τὴν τοῦ νομικοῦ τοίχου σκιὰν μένε· ἐπὶ δὲ τὴν πέτραν, ἥτις ἐστὶ τὸ Εὐαγγέλιον. ἀπὸ τούτου μετάβηθι· ἔχεται γὰρ ἡ πέτρα τοῦ προτειχίσματος· ἐπειδὴ τῆς εὐαγγελικῆς πίστεως ὁ νόμος προτείχισμα γέγονε, καὶ ἔχεται ἀλλήλων τὰ δόγματα γειτνιῶντα κατὰ τὴν δύναμιν· πλὴν ὅτι πνευματικὴ μὲν ἡ πέτρα, χοϊκὸς δὲ ὁ τεῖχος ᾧ συμπέπλασται τὸ σωματικὸν καὶ γεῶδες· ἡ δὲ εὐαγγελικὴ πέτρα, τὸ σαρκῶδες τῶν νοημάτων πηλὸν οὐκ ἔχει· καὶ κατὰ τὸν ἀπόστολον Παῦλον, ὁ νόμος πνευματικός ἐστιν· ὁ γὰρ οὕτως ἐκλαμβάνων τὸν νόμον πνευματικῶς, ὑπὸ τὴν σκέπην τῆς εὐαγγελικῆς γίνεται πέτρας, τὴν ἐχομένην τοῦ σωματικοῦ προτειχίσματος. Ταῦτα διὰ τῶν θυρίδων τοῦ λόγου ἐμβοήσαντος, ἀποκρίνεται ἡ περιστερὰ ἡ περιλαμφθεῖσα διὰ τῆς τῶν νοημάτων αὐγῆς, καὶ τὴν πέτραν νοήσασα