1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

63

ἐστι τορευτὸς, οὐχ ὑστερούμενος κρᾶμα· ἡ δὲ τῶν θείων βρωμάτων δεκτικὴ κοιλία μὲν τοῦ τροφίμου τὸ εὐανθὲς ἔχουσα, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις λέγεται· τάχα δὲ καὶ ἡ ἀμέριμνος διάνοια, καὶ τὴν βασιλικὴν μορφὴν αἰτοῦσα, θημωνία ἐστὶ σίτου πεφραγμένη ἐν κρίνοις· ὁ δὲ τράχηλος, ὅτε μὲν ἐπὶ ταπεινοφροσύνης ἐπῃνεῖτο, ὁρμίσκος ἐλέγετο· ὅτε δὲ τοῖς πολεμίοις ἦν ἀπρόσιτος, πύργος ∆αβίδ· νῦν δὲ πύργος ἐλεφάντινος λεῖός τις ὢν, καὶ μηδὲ μίαν ἔχων ἀντιλαβὴν, καὶ πᾶσι πτηνοῖς καὶ ἑρπετοῖς ἀπροσπέλαστος, ἡλίῳ μόνῳ βατός· τοιοῦτον γὰρ τὸ εὐσεβὲς φρόνημα, οὐ πάθεσι καμπτόμενον, οὐ δόγμασιν εἶκον αἱρετικοῖς, ἀλλὰ μόνῳ Χριστῷ ἀνακείμενον· καὶ τὸ θεωρητικὸν δὲ ἐκ πολλῆς μαθήσεως βελτιωθὲν, λίμναι εὐσεβῶν πλημμυρούσαις τὸ τῶν ἐναρέτων λογισμοὺς ὕδωρ παραβάλλεται. Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοὶ ἐν πύλαις θυγατρὸς πολλῶν· ὅσοι γὰρ προφῆται καὶ ἀπόστολοι, τοσούτων θυγάτηρ ἡ Νύμφη· καὶ ὁ μυκτὴρ δ' αὐτοῦ ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον ∆αμασκοῦ, ἥτις ἑρμηνεύεται, αἷμα πίνουσα. Ὁ οὖν καὶ τῇ πολιτείᾳ ὑψηλὸς, καὶ δόγμασιν ἐπιβεβηκὼς διεγηγερμένοις, καὶ προγινώσκων τὰς προβολὰς τῶν παθῶν, καὶ τὰς ἐφόδους τῶν ἐναντίων δυνάμεων, καὶ τὴν δυσωδίαν αὐτῶν εὐκόλως ἀντιλαμβανόμενος, μυκτήρ ἐστι τῆς Νύμφης· αὐτὸς σκοπεύων τὸ πρόσωπον ∆αμασκοῦ, καὶ τὴν προσβολὴν ὡς κεφαλὴν τοῦ ὄφεως φυλαττόμενος· τῷ Καρμήλῳ δὲ τὴν κεφαλὴν αὐτὸς ὡμοίωσεν, ἐπειδὴ κεφαλή ἐστι τῆς Ἐκκλησίας ὁ Χριστός. Ὁ δὲ Κάρμηλος τῶν προφητῶν ἦν ἐνδιαίτημα τῶν περὶ τῆς κεφαλῆς μαρτυρούντων, καὶ τῷ πλοκίῳ τῶν λόγων τῶν βασιλικῶν, τὸν παραδραμεῖν ἐπειγόμενον δεσμούντων· ὅταν γάρ τις χλευάζων τὰ πάθη τοῦ Χριστοῦ παρατρέχῃ τὸ δόγμα ὡς μωρὸν καὶ χλεύης ἄξιον· εἶτα ᾧ μὴ πέπονθεν ἕκαστον εὕρῃ μηνύματι προφητικῷ μαρτυρούμενον, ὡς σπαρτίῳ δεσμούμενος, τῷ θείῳ λόγῳ παραμένει οὐκ ἰδιώτου τάξιν ἔχων, ἀλλὰ βασιλέως λαχόντος αἰώνιον βασιλείαν οὐρανῶν καὶ πόλεως ἀπορθήτου τῆς ἄνω Ἱερουσαλήμ· καὶ οἱ τοῦ Χριστοῦ δὲ λόγοι διδάσκοντες τὰ οὐράνια, καθάπερ πλοκῇ τὸν παρατρέχοντα δεσμεύουσιν. {Ὠριγένους.} Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς Γενέσεως ἡ Γραφὴ, κ.τ.λ. {Κυρίλλου.} Τεχνίτην δὲ τὸν ∆ημιουργὸν ὀνομάζει Χριστός· ὡς γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. {Φίλωνος.} ∆ηλοῖ δὲ τὸ τεταγμένον καὶ ἡρμοσμένον καὶ ἀδιάλυτον τῆς παρθενίας, ἐν ᾗ ὁ τεχνίτης εἰργάσατο τὸν ναὸν ἑαυτῷ. {Κυρίλλου.} Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς 1732 καὶ τὴν ὑποταγὴν τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ {Ὠριγένους.} Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα, κ.τ.λ. {Κυρίλλου.} ∆ηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· Μὴ ὑστερούμενος κράματι, δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. {Φίλωνος.} Ἀλλὰ καὶ ἡ συναγωγὴ τοῦ πλήθους ἡ ἐξ ὁμονοίας, πέφρακται κρίνοις τοῖς εὐωδέσι λογίοις τοῦ Θεοῦ. {Ὠριγένους.} Κρίνα δ' ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τοῦ βίου ἀκανθῶν. {Κυρίλλου.} Τράχηλον δὲ αὐτῆς, τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν· βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα, ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστήρια· διόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους, "Σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσέχοντας." {Ὠριγένους.} Πύργοι δὲ ἐκλήθησαν, κ.τ.λ. {Φίλωνος.} Ἀλλὰ καὶ τὸ διανοητικὸν αὐτῆς πεπληρῶσθαι, φησὶν, εὐσεβῶν λογισμῶν· Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοί. Ἀπεικάζει δὲ λίμνας τοὺς νοεροὺς ὀφθαλμούς· ποταμοὶ γὰρ ἀναβλύζουσιν ἐκ τῆς κοιλίας τῶν δεχομένων τὸν λόγον. {Ὠριγένους.} Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, κ.τ.λ. ʹ, ζʹ. Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη ἐν τρυφαῖς σου! τοῦτο μέγεθός σου ὡμοιώθης τῇ φοίνικι, καὶ οἱ μασθοί σου τοῖς βότρυσι. {Φίλωνος.} Πλόκιον δὲ τῆς κεφαλῆς, πολυάνθιον πλῆθος τῆς Ἐκκλησίας δηλοῖ, τῇ ἀγάπῃ πεπλεγμένον εἰς κόσμον τῆς Νύμφης. Ὡς πορφύρα δὲ τὸ πλόκιον εἴρηται, διὰ τὸ