1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

50

Νυμφίον τῆς ἀγάπης τοξότην· ὃς διὰ βάθους ἐντίθησι τὸ ἑαυτοῦ βέλος, τὴν τῆς θεότητος, φημὶ, κοινωνίαν τῇ ψυχῇ διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος γινομένην. {Νείλου.} Εἶδε τὸ σφάλμα ἑαυτῆς, καὶ τὴν ἀγανάκτησιν ἐπέγνω τοῦ ποθουμένου ἐκ πολλῆς ἀποστροφῆς, καὶ ζητεῖ ὅτῳ δήποτε τρόπῳ γνωσθῆναι τούτῳ, ποθοῦσα καὶ τὴν ὀδύνην οὐ φέρουσα τοῦ χωρισμοῦ· ὅθεν ἐκείνης ἀντιλαβοῦσα παρακαλεῖ πρεσβεῦσαι πρὸς τὸν Νυμφίον, καὶ δηλῶσαι τὰ παρ' αὐτῆς ἐκείνῳ· αἷς πρὸ ὀλίγου σεμνυνομένη τῷ ἀξιώματι, ἔλεγεν· Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, δεικνὺς πῶς μέγα συνείδησις πεπαῤῥησιασμένη, καὶ πῶς πάλιν ταπεινὸν παῤῥησίας ἀφαίρεσις. {Φίλωνος.} Παῤῥησιάζεται ἡ ἁγία Ἐκκλησία ἐν τοῖς ἑαυτοῖς τέκνοις τοῖς μάρτυσι, δι' ὧν ἐτρώθη· καί φησιν τοῖς ἀποστόλοις ταῦτα καὶ προφήταις. θʹ. Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ἡ καλὴ ἐν γυναιξίν; {Νείλου.} Ἀποροῦσιν αἱ νεάνιδες ὁρκισθεῖσαι, τίς ἄρα εἴη καὶ ποταπὸς ὁ ἀγαπώμενος, ὅτι τοιούτῳ ὡρκίσθησαν ὅρκῳ· ὅθεν καὶ οὕτως ἀναπτερωθείσας αὐτὰς ἰδοῦσα ἡ Νύμφη, διαγράφει τὸν ζητούμενον χωρίζουσα τὸ κάλλος αὐτοῦ τῆς τῶν ἄλλων κοινωνίας, ἵνα μὴ τῶν πολλῶν εἷς λογίζεται ἁγίων, δεικνύουσα τὴν διαφορὰν τοῦ ἑαυτῆς ἀδελφιδοῦ, καὶ τῶν ἀδελφιδῶν τῶν νεανίδων. {Κυρίλλου.} Ἤγουν τί πεποίηκεν ὁ ἀδελφιδός σου, ἢ τί ἀπὸ ἀδελφιδοῦ σου ἔχεις; Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισα ἡμᾶσ; {Γρηγορίου.} Αἱ ὁρκισθεῖσαι θυγατέρες Ἱερουσαλὴμ, πυνθάνονται ὁποῖος ὁ χαρακτὴρ τοῦ Νυμφίου, ὡς εἰ περιτύχωσιν αὐτῷ ἐπίγνωσιν αὐτὸν ἐκ τῶν περὶ αὐτοῦ δοθησομένων σημείων. ∆ιὸ καὶ χαρακτῆρα παραδίδωσιν· οὐχ ὃ ἦν ἀρχή· ἄῤῥητος γὰρ οὐχ οἷος τε δυνάμει λόγων φανερωθῆναι· ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς ἐπιφάνειαν χειραγωγεῖ τὰς παρθένους, ὥσπερ καὶ πεποίηκεν Ἰωάννης· "Ὃ μὲν ἦν ἀπ' ἀρχῆς," σιωπήσας· "Ὃ δὲ ἑωράκαμεν καὶ 162 ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς," τοῦτο μετ' ἐπιμελείας διηγησάμενος. ιʹ. Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. {Φίλωνος.} Λευκὸς μὲν, διὰ τὸ ἀναμάρτητον· πυῤῥὸς δὲ, διὰ τὸ αἷμα τὸ ὑπὲρ τῆς Ἐκκλησίας χυθέν. {Ὠριγένους.} Ἢ λευκὸς, ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν. {Γρηγορίου.} Ἡ τελεία ψυχὴ ταῖς παρθένοις ὑπογράφει ψυχαῖς, τοῦ ποθουμένου καὶ ζητουμένου τὰ γνωρίσματα, διὰ τῶν ἐπὶ σωτηρίᾳ φανερωθέντων ἡμῖν· καὶ πᾶσαν τὴν Ἐκκλησίαν ἓν σῶμα τοῦ Νυμφίου ποθήσασα, ἴδιόν τι νόημα δι' ἑκάστου τῶν μελῶν ἐν τῇ ὑπογραφῇ τοῦ κάλλους ἐνδείκνυται· δι' ὧν ὅλος ἐκ τῶν κατὰ μέρος θεωρουμένων τὸ τοῦ σώματος κάλλος συμπαρεικάζεται. Ἐκ τοῦ σώματος τοίνυν τῆς κατηχήσεως ἄρχεται, καθὰ καὶ Ματθαῖος πεποίηκεν. Ἵνα δὲ μὴ τὴν κατὰ σάρκα τις ἀκούων γένεσιν, πρὸς τὰ τῆς φύσεως πάθη κατολισθήσειε τῇ διανοίᾳ, τούτου χάριν τὸν κοινωνήσαντα ἡμῖν σαρκὸς καὶ αἵματος, λευκὸν μὲν εἶναί φησι καὶ πυῤῥὸν, τὴν τοῦ σώματος δι' ἀμφοτέρων φύσιν αἰνιττομένη· οὐ μὴν ὁμοιότροπον αὐτοῦ τὴν λοχείαν τῷ κοινῷ τόκῳ· ἔχειν γὰρ κατ' ἐξαίρετον τὸ μὴ ἐκ λέχους γεγενῆσθαι· τοῦτο γὰρ τὸ ἐκλελοχισμένος· ἀπὸ μυριάδων δὲ τῶν ἀφ' ὧν γεγόνασιν ἄνθρωποι, καὶ εἰς ὃ προελεύσεται ῥέουσα, διὰ τοῦ τόκου τῶν ἐπιγενομένων ἡ φύσις. Ἐπὶ γὰρ τῆς ἀπειρογάμου τὸ τῆς λοχείας ὄνομα, οὐκ ἔστι κυρίως εἰπεῖν· οὗ γὰρ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδινος δὲ ἡ ὠδὶν, θάλαμος δὲ ἡ τοῦ Ὑψίστου δύναμις, οἷόν τις νεφέλη τὴν παρθενίαν ἐπισκιάζουσα· πυρσὸς δὲ γαμήλιος, ἡ τοῦ ἁγίου Πνεύματος ἔλλαμψις· κλίνη δὲ ἡ ἀπάθεια, καὶ γάμος ἡ ἀφθαρσία· τούτου χωρὶς λοχείας ἡ γένεσις ὥσπερ καὶ χωρὶς γάμου ἡ σύστασις· ᾧ οὐχὶ συνήργησε πρὸς τὸ γενέσθαι ἡ φύσις, ἀλλ' ὑπηρέτησεν· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὕδατος γένεσις τὸ τῆς λοχείας πάθος οὐ παρεδέξατο· καὶ ἡ ἐκ τῶν νεκρῶν παλιγγενεσία, καὶ ἡ τῆς θείας ταύτης κτίσεως πρωτοτοκία, ἀλλ' ἐν πᾶσι τούτοις καθαρεύει τῆς λόχου ὁ τόκος. {Νείλου.} Ἀνωτέρω μὲν τὰ μέλη τῆς Νύμφη, προέγραψεν, ἅτινα τοῖς τῆς Ἐκκλησίας ἐφήρμοσται διαφόροις τάγμασι· νῦν δὲ τὰ τοῦ Νυμφίου σκιαγραφεῖ,