1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

59

ἑαυτοῖς τὴν ἀλήθειαν. Αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες, διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν· αἱ γεννηθεῖσαι μὲν τῷ λόγῳ τῆς πίστεως, οὔπω δὲ διὰ τῆς προσηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμον ἀκμὴν προελθεῖν, καὶ φθᾶσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳ τοῦ Κυρίου δύνασθαι κυοφορῆσαι, καὶ Πνεῦμα σωτηρίας παιδοποιήσασθαι. Πλὴν καὶ οὗτοι τῶν σωζομένων· τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ, καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα, διπλῆν ὑπὸ τοῦ Λόγου τὴν διαφορὰν διδασκόμεθα. Γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ Λόγῳ, καὶ αὗται κἀκεῖναι· ἀλλ' αἱ μὲν ἐρωτικαὶ, τινὶ διαθέσει προσκολλῶνται· αἵ τινες διὰ τῆς τελειοτέρας διαθέσεως ἀνακραθεῖσαι τῇ τοῦ Θεοῦ καθαρότητι, βασίλισσαι ὀνομάζονται, διὰ τὴν τῆς βασιλείας κοινωνίαν· οἷα ἦν ἡ τοῦ ∆αβὶδ λέγουσα· "Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι·" καὶ ἡ τοῦ Παύλου· "Οὐδεὶς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ." Αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσαι πείρας, μένουσαι καὶ αὖται ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ, ἀλλὰ φόβῳ μᾶλλον ἢ πόθῳ παιδαγωγούμεναι, αἵ τινες παλλακαὶ ἀπὸ τοῦ λόγου κατονομάζονται· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως, καὶ κοινωνὸς τῆς ἀξίας δυνατῶς ἔχει· διὰ τὸ μὴ ἀναλαβέσθαι τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος· ἡ δὲ κατὰ τὸν ἀριθμὸν διαφορὰ τῆς τῶν δύο ταγμάτων διαστολῆς, τοιοῦτόν μοι δοκεῖ νοῦν ἔχειν. {Γρηγορίου.} Ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ὀνομάζεται. Λογισώμεθα τούτων ἑκάστην, τὸ δεσποτικὸν εἶναι τάλαντον· προσήκει δεκαπλασιασθῆναι παρὰ τοῦ πιστοῦ οἰκέτου παρὰ τῆς ἐργασίας. Εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν, ἢ τῆς βασιλείας γίνεται κοινωνία τῇ ψυχῇ, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ, τὸ δεκαπλασιάσαι τὴν ἐντολὴν, καθώς φησιν ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος, ὅτι ἴδε δέκα τάλαντα τὸ ἕν σου τάλαντον ἐποίησεν, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἐξήκοντα πλατυνομένην· τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἑξήκοντα ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν· ὡς πολλὰς εἶναι τὴν μίαν, τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν, καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν· ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα, τὸ τῆς ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν· πρὸς ἣν βλέποντες οἱ φόβῳ παιδαγωγούμενοι, τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται. Οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη. Μαστιγουμένων γὰρ ἄντικρυς αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλαιον ἐπικάμπτουσαι τὴν ἀκοήν· φησὶ γὰρ πρὸς τὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμι·" ἔσται τοίνυν καὶ ἐπὶ τοῦτο ἀναλόγως τῆς ἐντολῆς, ἡ 1720 ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, γενόμεναι ὀγδοήκοντα παλλακαὶ, τὴν δευτέραν τάξιν ἔχουσαι μετὰ τὴν βασίλισσαν· αἳ φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσι. Πλὴν εἰ ἔξω βάλλει τελείως ἡ ἀγάπη τὸν φόβον, καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σωζόμενον, ἐν τῇ πρὸς τὸν μόνον ἀγαθὸν συμφυΐᾳ· πάντων ἀλλήλοις ἑνωθέντων, διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος· ἵνα καθώς φησιν ἐν Εὐαγγελίοις· "Ἓν ὦσι, καθὼς ἡμεῖς ἕν ἐσμεν·" τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης τὸ Πνεῦμα τὸ ἅγιον· ὁ τοίνυν ἐκ μὲν νηπίου εἰς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως, καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ παλλακίδος τὴν τῆς βασιλικῆς ἀξίαν μεταλαβὼν, δεκτικὸς δὲ τῆς τοῦ Πνεύματος δόξης γενόμενος δι' εὐπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερά. Μητέρα δὲ αὐτοῦ λέγει εἶναι τὴν περιστερὰν ἐκείνην, τὴν ἐπὶ τῷ Ἰορδάνῃ ἐκ τοῦ οὐρανοῦ καταπτᾶσαν· τῷ γὰρ τέκνῳ πάντως, ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις· ταύτην τὴν ψυχὴν μακαριοῦσιν οἱ νεάνιδες· ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι· κοινὸς γὰρ ἐπὶ