1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

53

ὅπερ ἐστὶν ἡ τῆς ὑλικῆς ὑπεροψία, διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν, ἀνενεργήτων τε καὶ νεκρῶν γενομένων. {Κυρίλλου.} Τὰ στάζοντα σμύρναν λέγει, τὰ ὁμολογοῦντα χείλη τὸν θάνατον. {Ἀπολιναρίου.} Αὐτὸς μὲν οἷα κρίνον ἀκμάζει, ἡμῖν δὲ τὴν διὰ θανάτου πρὸς ζωὴν εἰσηγεῖται μετάθεσιν. ιδʹ. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι θαρσείσ. 1700 {Φίλωνος.} Τορευταὶ αἱ διατρηθεῖσαι χεῖρες· χρυσαῖ διὰ τὸ ἀναμάρτητον· πεπληρωμέναι τῆς ἐπιστροφῆς τῶν ἐθνῶν· Θαρσεὶς γὰρ ἐπιστροφὴ χαρᾶς. {Γρηγορίου.} Ὅτι μὲν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις, τῆς τῶν χειρῶν ὑπουργίας διαζευγμένη, σαφῶς παρὰ τοῦ Ἀποστόλου μεμαθήκαμεν λέγοντος· Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· Τότε γὰρ μάλιστα τῶν ὀφθαλμῶν ἡ ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρεῖ τὴν ὀξυοπίαν τῷ ὄμματι, διὰ τῆς ἐπὶ τὰ καλὰ σπουδῆς τὴν ὁδηγίαν ἐπισημαίνοντα· οἷστισιν οὖν τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται, διὰ τῶν αὐτῶν καὶ ταῖς χερσί· κεφαλὴν δὲ τὸν Χριστὸν ἐνοήσαμεν, χρυσίον παρὰ τοῦ λόγου κατονομασθέντα, διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι· χρυσᾶς οὖν καὶ τὰς χεῖρας δι' ὧν τὸ καθαρόν τε καὶ ἀναμάρτητον, καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον ἐμφαίνει. Χεῖρα δὲ νοοῦμεν πάντως, τὴν τὰ κοινὰ τῆς Ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χεῖρας διαχειρίζουσαν· ἧς ἔπαινος τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον· καθαρὰ γίνεται ἡ χεὶρ ὅταν διὰ τῆς τορείας ἀποξύσηται τὸ ἐμποδίζον ἅπαν τῷ κάλλει· οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φίλαυτον, τὸ φιλοκερδὲς, καὶ τὰ ὅμοια· τῆς δὲ Θαρσεὶς λέξεως, ποτὲ μὲν λαμβανομένης ἐπὶ κακοῦ, ὡς τό· "Συντρίψει πλοῖα Θαρσείς·" ποτὲ δὲ ἐπὶ τοῦ μεμακαρισμένου καὶ ἀγαθοῦ, ὡς τὸ ἐν Ἡσαΐᾳ [Ἰεζεκιὴλ] καὶ τό· "Εἶδος αὐτοῦ, ὡς εἶδος Θαρσείς·" τῇ τοῦ ἐπὶ τοῦ κρείττονος ἐχρήσατο σημασίᾳ, δηλούσης τῆς λέξεως τὸ ἀχρωμάτιστον καὶ νοητὸν καὶ ἀσώματον. Τότε οὖν γίνονται αἱ χεῖρες χρυσαῖ πλήρεις Θαρσεὶς, ὅταν ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττὸν καὶ σωματοειδὲς ἀποτορεύσασαι ἐκ προαιρέσεως, πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι, τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου. {Γρηγορίου.} Κοιλία, τὸ διανοητικὸν καὶ λογιστικὸν τῆς ψυχῆς, ἐν ᾧ ἀποτίθεται καθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι· καθάπερ τὸ πυξίον τὸ ἐλεφάντινον· ὥστε τρανήν τε καὶ ἀσύγχυτον τὴν τῶν θείων λογίων ἐντυποῦσθαι Γραφήν. Ὁ οὐρανοειδὴς δὲ σάπφειρος, σύμβολον τοῦ τὴν καρδίαν ἡμῶν ταῦτα δεξαμένην τὰ μαθήματα τὰ ἄνω φρονεῖν, ὅπου τὸν θησαυρὸν ἐναποτίθεται· κἀκεῖ τὰς ὄψεις τῇ ἐλπίδι προσαναπαύειν· ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων· τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης· ὥσπερ φασὶ τὴν λίθον ταύτην διὰ τοῦ κυανέου χρώματος προσαναπαύειν τὸν ὀφθαλμὸν κάμνοντα. {Ὠριγένους.} Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, κ.τ.λ. 1701 {Κυρίλλου.} Εἶεν δ' ἂν οὗτοι καὶ βάσεις· οἱ γὰρ οἰκοδομούμενοι ἐποικοδομοῦνται τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ιεʹ. Κνῆμαι αὐτοῦ, στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶσ. Ἀκολούθως τὰς κνήμας μετὰ τὴν κοιλίαν ἐπαινεῖ, ἅς φησι στύλους εἶναι μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς· στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντες· μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα· διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε· καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρίνων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ