1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

5

ἔριφον ἀντὶ προβάτου μεταβαλών. Τοῦ νυμφίου τοίνυν οἱ φίλοι φασίν· Ὡς ἐκ μελαίνης ψυχὴ γενομένη καλὴ, εἴ σοι μέλλει τοῦ φυλάξαι τὸ κάλλος, μὴ ἀκολούθει πεπλανημένοις, μήποτε προστεθῇς τῇ τῶν ἐρίφων ἀγέλῃ, τῇ λαβούσῃ τὴν στάσιν τὴν ἐξ ἀριστερῶν· ἔστι δὲ σαφεστέρα γραφὴ καὶ τηροῦσα τὴν σύνταξιν· Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου, καὶ ποιμανεῖς ἐρίφους· ἀντὶ σκηνωμάτων ποιμνίων· ἵνα τὸ ἔξελθε ἀντὶ τοῦ ἐξελεύσῃ. {Φίλωνος.} Ἕτερος τὸν λόγον ὡς ἀπὸ τοῦ νυμφίου φησὶ πρὸς τὴν ἐν πάσαις ταῖς συναγωγαῖς μόνην οὖσαν καλὴν, ὅτι Γνῶθι ποῦ ἦς καὶ ποῦ νῦν εἶ, καὶ παρὰ τίνος ἔχεις τὸ κάλλος· εἰ δὲ σαυτὴν ἀναξίαν τῆς ἐμῆς δόξης ποιεῖς, ποίμαινε τῶν ἁμαρτωλῶν τὰς ψυχὰς ἐν τοῖς σκηνώμασι τῶν τοῦ Ἰσραὴλ βασιλέων. 1560 {Κυρίλλου.} Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν, ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρποὺς δικαιοσύνης, ἄκαρπος μένουσα, καὶ ὀπίσω ποιμνίων ὧν ἐμαυτὸν συνεστησάμην. {Ἀπολιναρίου.} Κατὰ δὲ τὴν ἔκδοσιν τοῦ Συμμάχου, τοιαύτην ἔχει τὴν ἔννοιαν· Εἰ μήπω τὸν χαρακτῆρα τῆς ἐμῆς ἐπέγνωκας ποίμνης, καὶ κατὰ νόμους ἐμοὺς τὸν σεαυτῆς ποιμανεῖς λαὸν, ἐξελθοῦσα τοῖς ποιμνίοις ἀκολούθει. γνώσει γὰρ οὕτως, ὅτι μὴ κατὰ τὴν ποίμνην τὴν Ἰουδαϊκὴν βαδίζει πρόβατα τὰ ἐμά· οὕτω γὰρ ποιμαινομένη, καὶ τὰ ἑαυτῆς νεαρὰ ποιμαίνουσα θρέμματα, ἅπερ εἶπεν ἐρίφους, γνώσῃ ποῦ νέμει Χριστὸς, καὶ τίνες οἱ ὑπ' αὐτὸν νεμόμενοι, τὸν πνευματικὸν ἔχοντες καὶ κάλλιστον χαρακτῆρα, καθ' ὃν καλὴ ἐν γυναιξὶν ἡ ἐξαίρετος Ἐκκλησία. {Ὠριγένους.} Τὸ πολυθρύλλητον δὲ παρ' Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ, Γνῶθι σαυτὸν, κ.τ.λ. ηʹ. Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. {Γρηγορίου.} Ἵππους Θεοῦ ἀντιτασσομένη τοῖς ἄρμασι Φαραὼ, δύναμίς τις ἀγγελικὴ καὶ ἀόρατος καταποντίζουσα τὸν Αἰγύπτιον· ᾗ παρεικάζεται ἡ τῷ λουτρῷ κεκαθαρμένη ψυχὴ, πᾶν Αἰγύπτιον νόημα καὶ πᾶσαν τὴν ἀλλόφυλον κακίαν τοῖς ὕδασι κατακλύζουσα· τὴν οὖν ποτε, φησὶ, γενομένην ἐν ἅρμασι Φαραὼ, τῇ ἵππῳ μου νῦν παρωμοίωσά σε. {Κυρίλλου.} Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκκλησία, πίστιν τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν τὸ, "Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·" οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρεπίσθησαν τοῦ νοητοῦ Φαραώ. θʹ. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; {Γρηγορίου.} Ἐπείπερ ἵππος ἀκόλαστος, τῆς τρυγόνος αὐτὴν ἐκόσμησε σωφροσύνην· ἵππον γὰρ εἶπον, φησὶν, οὐχ ὡς κημοῦ δεομένην καὶ χαλινοῦ· ἐμπρέπει γὰρ ἡ καθαρά σοι ζωή. {Κυρίλλου.} Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμφίον παρίστησι διὰ τῆς τρυγόνος· ἐρυθραὶ γὰρ τῆς τρυγόνος αἱ σιαγόνες· τῇ δὲ συναγωγῇ τοὐναντίον· "Ὄψις πόρνης ἐγένετό σοι ἀπανῃσχύντησας πρὸς πάντας." {Ὠριγένους.} Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦλός φησιν, κ.τ.λ. Τράχηλός σου ὡς ὁρμίσκοι. {Γρηγορίου.} Ἐπαινεῖ τὸν τράχηλον τὸν ἐν σχήματι κύκλου γυρούμενον; ὃ δὴ περὶ τοὺς γαύρους τῶν πώλων ὁρῶμεν γινόμενον· ἡ γὰρ τῶν ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον, εὐπρεπέστερον αὐτοῦ τὸν πῶλον ποιεῖ· ὅρμος δὲ λέγεται, κυρίως μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη καὶ τὸ 1561 ἐντὸς μονοειδῶς κοιλανθεῖσα, ὑποδέχεται τῷ κόλπῳ τὴν θάλασσαν· καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ τοῦ πελάγους προσπλέοντας· ἐκ μεταφορᾶς δὲ διὰ τοῦ σχήματος, ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται· ὡς δὲ εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐχένα πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρῶν, δι' ὧν ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον, μήτε τῷ λίθῳ προσπταίων, μήτε κενεμβατῶν ἐν τῷ βόθρῳ· τοῦτο δὲ οὐ μικρὸν εἰς εὐφημίαν ἐστὶ ψυχῆς, τὸ πρὸς ἑαυτὴν βλέπειν· καὶ δι' ἀσφαλείας ἁπάσης πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι· εἰ δὲ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς πάντως ὁ ἔπαινος ἦν, ὡς οὐ τὴν αὐτὴν καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν τὴν μαρτυρίαν ἔχων· νῦν δὲ πᾶσαν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν, ἡ πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις. {∆ιδύμου.}