1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

18

οὖν ἐπιδιατρίβοντα τὸν ἀδελφιδὸν ἑαυτῆς ἡ Νύμφη βλέπει, ὁμοιούμενον διὰ μὲν τὴν θεωρητικὴν δύναμιν, καὶ τὸ κριτικὸν εἶναι ἐνθυμήσεων καὶ ἐννοιῶν ἀνθρωπίνων, δορκάδι· διὰ δὲ τὴν πρακτικὴν καὶ τὴν πρὸς τὰς ἐναντίας δυνάμεις ἀντιπάθειαν, νεβρῷ ἐλάφων· ἀναιρετικὴ γὰρ τῶν ἰοβόλων ἑρπετῶν ἡ ἔλαφος· δὰ τί δὲ εἶπε νεβρῷ ἐλάφων καὶ οὐκ ἔλαφον; ὅτι οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων, ἢ πάντες σχεδὸν ἐν τῇ παιδικῇ ἡλικίᾳ, εἰ καὶ μὴ τῶν αἰσχρῶν, ἀλλ' οὖν τινων παθῶν ἡττήθησαν· ὀψὲ καὶ μόλις πρεσβυτικὸν ἀναλαβόντες καὶ σώφρονα λογισμόν· ὁ δὲ Κυριακὸς ἄνθρωπος πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, ἠπείθησε πονηρίαν, τὰς νεωτερικὰς ἐπιθυμίας πρεσβυτικῇ καταπατήσας γνώμῃ, τάχα δορκὰς ἦν, ὅτε ὀξεῖ τῷ βλέμματι τὰς ἐνθυμήσεις ἔλεγεν ὁρῶν τῶν ἀνθρώπων· "Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε ἐν ταῖς καρδίαις ὑμῶν πονηρά;" Νεβρὸς δὲ ἐλάφων ὅτε τῷ λεγεῶνι τῶν δαιμόνων ἔλεγεν· "Ἔξελθε ἐκ τοῦ ἀνθρώπου τὸ πνεῦμα τὸ ἀκάθαρτον" ὡς ἐκ χηραμῶν τῶν ἀνθρωπίνων σωμάτων ἐνδομυχοῦντα, ἀνέλκων τὰ τῶν δαιμόνων συνεσπειραμένα συστήματα. {Φίλωνος καὶ Ὠριγένους.} Ἢ καὶ ὄρη τοὺς προφήτας φησὶν ἀρτίους τῷ φρονήματι, τῶν ἀληθινῶν θεωρητὰς, οἶμαι δὲ καὶ τοὺς ἀποστόλους· ἐπεὶ κατὰ γενεὰν ἡ σοφία, εἰς ψυχὰς μεταβαίνει· ὄρη δὲ ἐπειδὴ ἀνίσχοντος ἡλίου, πρῶτα καταλάμπονται· βουνοὺς δὲ τοὺς ἔλαττον χωρήσαντας τὴν τοῦ πνεύματος ἐπιφάνειαν· λέγοις δ' ἂν καὶ ὄρη, τὰ ἐν νόμῳ νοήματα· βουνοὺς δὲ τὰ τῶν λοιπῶν προφητῶν· ἢ καὶ θεωρήσας τὸν ἐν Καινῇ ∆ιαθήκῃ λόγον, βλέπει τὰ ὄρη πηδῶντα, ἐπὶ δὲ τοὺς βουνοὺς διαλλόμενον, τὸν ἐν τῷ παλαιῷ γράμματι· νεβρῷ δὲ ἐλάφων ὁ νυμφίος ἀπείκασται, οὐ μόνον ὡς ἀναλίσκων τοὺς ὄφεις, ἀλλ' ὅτι καὶ παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ ὅτι ἐταπείνωσεν ἑαυτόν· ἦ γὰρ ἂν ἔλαφος ὑπῆρχε τελεία. Ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων. {Κυρίλλου.} Ἴσως δὲ καὶ τοὺς ἀποστόλους ἐδήλωσε διὰ τῆς ἁλιευτικῆς τέχνης· ταῦτα τοίνυν ἀκούει τοῦ λόγου ἡ Ἐκκλησία διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγήν· ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύντος· οὗ ὀπίσω στᾶσα ἡ ἀλήθεια ἐχομένη τοῦ τόπου ὕστερον ἐπιλάμπει. {Γρηγορίου.} Κατὰ τὸ ῥητὸν ἔνδον οἰκουρούσῃ 1600 τῇ Νύμφῃ διὰ τῶν θυρίδων ὁ ἐραστὴς διαλέγεται· καὶ τοῦ τοίχου ἀμφοτέρους κατὰ τὸ μέσον διείργοντος, ἀνεμπόδιστος γίνεται τοῦ λόγου ἡ κοινωνία· διὰ μὲν τῶν θυρίδων τῆς κεφαλῆς παρακυπτούσης, διὰ δὲ τῶν ἐν ταῖς θυρίσι δικτύων πρὸς τὰ ἐντὸς τοῦ ὀφθαλμοῦ διακύπτοντος· ὁδῷ δὲ καὶ ἀκολουθίᾳ τῆς ἀγωγῆς προσοικειοῖ τῷ Θεῷ τὴν ἀνθρωπίνην φύσιν ὁ λόγος· πρῶτον μὲν αὐτὴν διὰ τῶν προφητῶν ὡς διὰ θυρίδων καταυγάζων· καὶ διὰ τῆς τῶν νομικῶν παραγγελμάτων πλοκῆς ὡς διὰ δικτύων· οὕτω γὰρ νοοῦμεν, θυρίδας μὲν τοὺς προφήτας, τοὺς τὸ φῶς εἰσάγοντας, δίκτυα δὲ, τὴν τῶν νομικῶν παραγγελμάτων πλοκήν· δι' ὧν ἀμφοτέρων ἡ αὐγὴ τοῦ ἀληθινοῦ φωτὸς ἐπὶ τὰ ἐντὸς παραδύεται· μετὰ ταῦτα δὲ ἡ τελεία τοῦ φωτὸς, ἔλλαμψις γίνεται· ὅταν ἐπιφανῇ αὐτὸς τὸ φῶς τὸ ἀληθινὸν διὰ τῆς πρὸς τὴν φύσιν ἡμῶν ἀνακράσεως. {Νείλου.} Τοῖχον, τὸ σῶμα τοῦ Κυριακοῦ λέγει ἀνθρώπου, κρύπτοντος τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν· βλέπει δὲ αὐτὸν καὶ παρακύπτοντα διὰ τῶν θυρίδων, τῶν λόγων τῶν προφητικῶν· καὶ ἐγκύπτοντα διὰ τῶν δικτύων τοῦ ἀποστολικοῦ κηρύγματος· μερικῶς γὰρ αὐτὸν ὥσπερ ἀπὸ θυρίδος παρακύπτοντα οἱ προφητικοὶ παραφαίνουσι λόγοι· ὅλον δὲ τηλαυγῶς ἡ ἀποστολικὴ δείκνυσι διδασκαλία· μόνη οὖν αὕτη δεδύνηται ἐκ τῶν περὶ αὐτοῦ προφητευθέντων, καὶ ἐκ τῶν προηγγελμένων σημείων τῷ ὀφθαλμῷ τῆς ψυχῆς, διὰ τῆς παχύτητος τοῦ τοίχου διελάσαι καὶ ἰδεῖν τὸ κρυπτόμενον ἐν τῷ σώματι· ἔστι δὲ πάλιν τοῖχος ὁ νόμος, οὗ ὀπίσω ἔστηκεν ὁ Νυμφίου κρυπτόμενος, θεσπίσας τὸν νόμον καὶ οὐ γνωριζόμενος