1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

26

τοῦ γάμου μυστηρίων εἰπὼν, κ.τ.λ. {Κυρίλλου.} Τὰς γυναῖκας δηλοῖ, τὰς ἐλθούσας μιᾷ Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑρούσας αὐτόν· τὸ οὖν ἐπὶ τὴν κοίτην, ἢ ἀπὸ κοίτης φησὶν, ἢ κοίτην ἑαυτῆς τὸ τοῦ Κυρίου μνῆμα καλεῖ, καθὸ συνθαπτόμεθα αὐτῷ· ἀλλ' οὐχ εὗρεν αὐτὸν ἀκούσασα, οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· καὶ εὗρον αὐτὴν οἱ τηροῦντες ἄγγελοι, οὓς καὶ ἐρωτᾷ, "Ποῦ τεθήκατε τὸν Κύριον;" ἀλλὰ παρελθούσῃ τοὺς ἐρωτηθέντας, ὑπήντησε λέγων, Χαίρετε· διό φησιν, Ὡς μικρὸν παρῆλθον ἀπ' αὐτῶν ἕως εὗρον· καὶ οὐκ ἀφήσω αὐτόν· ἐκράτησε γὰρ τοὺς πόδας αὐτοῦ, καὶ ἤκουσε, "Μὴ μοῦ ἅπτου." Οἶκον δὲ μητρὸς τὴν συναγωγὴν ἀποστόλων φησὶ, εἰς ἣν ἀπελθοῦσα εὐηγγελίζετο τοῦ Χριστοῦ τὴν ἀνάστασιν. εʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. {Γρηγορίου.} Πάλιν ὑπὸ φιλαλληλίας, καὶ ταῖς μαθητευομέναις ψυχαῖς διαλέγεται· ἃς ἐν τοῖς ἔμπροσθεν συγκρίσει τοῦ τῆς Νύμφης κάλλους τοῦ παρεικασθέντος τῷ κρίνῳ, ἀκάνθας ὁ λόγος ὠνόμασεν· καὶ διὰ τοῦ ὅρκου τῶν ἐν τῷ κόσμῳ δυνάμεων πρὸς τὸ ἴσον τῆς ἀγάπης διανίστησι μέτρον· ὥστε τὸ θέλημα τοῦ Νυμφίου καὶ ἐπ' αὐτὸν ἐνεργὸν γενέσθαι· τὰ δὲ λοιπὰ ἐν τῷ φθάσαντι λόγῳ δεδήλωται. {Νείλου.} Τοῦτο δεύτερον ὁρκίζει τὰς θυγατέρας 1621 Ἱερουσαλὴμ ἡ Νύμφη ἐξεγεῖραι τὴν ἀγάπην πάντως καθεύδουσαν· ἡ δὲ ἔννοια δεδήλωται. ʹ. Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; {Γρηγορίου.} Ἐν ταῖς κατ' ἀρετὴν προκοπαῖς οὐ πάντοτε τῷ αὐτῷ παραμένουσι χαρακτῆρι, οἱ ἀπὸ δόξης εἰς δόξαν διὰ τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίαν μεταμορφούμενοι· ἀλλὰ πρὸς τὸν λόγον τῆς ἀεὶ κατορθωθείσης ἑκάστῳ διὰ τῆς τῶν ἀγαθῶν τελειότητος, ἴδιός τις χαρακτὴρ τῷ βίῳ ἐπιλάμπει, ἄλλος ἐξ ἄλλου γενόμενός τε καὶ φαινόμενος, διὰ τῆς τῶν ἀγαθῶν ἐπαυξήσεως. ∆ιό μοι δοκοῦσι ξενίζεσθαι πρὸς τὸ φαινόμενον οἱ φίλοι τοῦ Νυμφίου· οἱ πρότερον μὲν αὐτὴν ἐγνωκότες καλὴν, ἀλλ' ὡς ἐν γυναιξὶ καλὴν, μετὰ δὲ ταῦτα δι' ὁμοιότητος χρυσίου μετὰ στιγμάτων ἀργυρίου, τὸ κάλλος αὐτῆς ὡραΐζοντες· νυνὶ δὲ μηδὲν τῶν προλαβόντων σημείων περὶ αὐτὴν καθορῶντες, ἀλλὰ τὸ τῶν ὑψηλοτέρων χαρακτηρίζοντες, θαυμάζουσιν, οὐ μόνον τὴν ἄνοδον, ἀλλὰ καὶ ὅθεν ἀνέδραμε· τοῦτο γάρ ἐστιν ὃ καὶ ἐπίτασιν ποιεῖ τῆς ἐκπλήξεως· ὅπερ μέγιστον τῇ Νύμφῃ ἐγκώμιον, μαρτυροῦν τὴν πρὸς τὸ κρεῖττον παραλλαγὴν καὶ μετάστασιν· μέλαινα γὰρ ἡμῖν, φησὶν, ἑωρᾶτο πρότερον, αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου· καὶ πῶς τὴν σκοτεινὴν μορφὴν ἀπεδύσατο; πῶς αὐτῇ χιονῶδες ἀπαστράπτει τὸ κάλλος; ἢ ἔρημός ἐστιν ὡς ἔοικεν καὶ αἰτία τούτων, ἡ καθάπερ ἔρνος ἀναθάλλειν αὐτὴν εἰς ὕψος ποιήσασα καὶ πρὸς τὸ τοιοῦτον μεταβάλλουσα κάλλος; ἐξ οἰκείων γὰρ πόνων δι' ἐγκρατείας τε καὶ ἐπιμελείας ἐκτήσατο· τοῦτο γὰρ τὸ ἐκ τῆς ἐρήμου ἀναβαίνειν αὐτήν· οὕτω ποτὲ καὶ ἡ τοῦ προφήτου ψυχὴ διψώδης ἐγένετο τῆς θείας πηγῆς, ἐπειδὴ αὐτῷ ἡ σὰρξ ἄβατός τε καὶ ἔρημος καὶ ἄνυδρος γενομένη, τὸ θεῖον δίψος ἑαυτῷ παρεδέξατο· διὰ πολλῶν τοίνυν ὑποδειγμάτων τὸ κάλλος αὐτῆς ἑρμηνεύουσι· ἐπειδὴ δι' ἑνὸς ἅπαν περιληφθῆναι οὐχ οἷόν τε ἦν· πρῶτον μὲν γὰρ στέλεξι τὴν ὥραν αὐτῆς εἰκάζουσι, καὶ οὐδὲ τοῦτο ἑνί· ἀλλὰ διὰ τοῦ πλήθους τὸ πολυειδὲς καὶ ποικίλον, τῶν ἀρετῶν ὑπογράφουσιν· εἶτα καπνὸς ἐκ θυμιαμάτων, εἰς τὴν εἰκόνα τοῦ κάλλους παραλαμβάνεται· καὶ οὐδὲ οὗτος ἁπλοῦς, ἀλλὰ σμύρνῃ καὶ λιβάνῳ συγκεκραμένος, ὡς μίαν γενέσθαι τῶν ἀτμῶν τὴν χάριν· ὁ τοίνυν μέλλων ἑαυτὸν ἀνατιθέναι τῇ τοῦ Θεοῦ θεραπείᾳ, οὐκ ἄλλος ἔσται λίβανος τοῦ Θεοῦ θυμιώμενος, τοῦτο γὰρ τῇ τοῦ Θεοῦ τιμῇ ἀφιέρωται, εἰ μὴ πρότερον νεκρώσειε τὰ ἐπὶ τῆς γῆς μέλη· ἡ γὰρ σμύρνα πρὸς τὸν ἐνταφιασμὸν τῶν σωμάτων οἰκείως ἔχει· ὧν γενομένων, πᾶν εἶδος τῶν κατ' ἀρετὴν ἀρωμάτων ἐν τῷ κύκλῳ τοῦ βίου, καθάπερ θυείᾳ τινὶ λεπτυνθέντων τὸν ἡδὺν ἐκεῖνον κονιορτὸν, ὃν ἀναλαβὼν ἐν τῷ ἄσθματι εὔπνους γίνεται τοῦ μεμυρισμένου πνεύματος πλήρης γενόμενος.