1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

40

κατάστασιν ὠφελίμου διδασκαλίας τῇ Νύμφῃ, μέλιτος καὶ γάλακτος ὀνομαζομένης, ἡ κατ' ἐνέργειαν κηρίον εἴρηται· αὕτη γὰρ ἀποστάζει πᾶσιν, ἐν προφορᾷ τοῦ λόγου δηλουμένη· ἐκείνη δέ ἐστιν ὑπὸ τὴν γλῶσσαν λανθάνουσα, πλὴν τοῦ κοινωνοῦντος αὐτῇ Νυμφίου, τοὺς λοιποὺς ἅπαντας· ποιότης γὰρ στόματος ἐν φιλήματι κρίνεται, τοῦ ὑπὸ τὴν γλῶτταν μέλιτος ἐλεγχομένου· κοινωνία γλώττης ἑτέρας καὶ καρδίας διάθεσις, γνώσει τοῦ τὰ κρυπτὰ δοκιμάζοντος καταλαμβάνεται· ἐπειδὴ δὲ, "ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ," στοχάσασθαι ἔστι τὸ κάλλος τῶν νοημάτων τῆς Νύμφης, ἐκ τοῦ ἀποστάζοντος τῶν χειλέων αὐτῆς κηρίου· ὀσμὴ δὲ ἱματίων αὐτῆς πρὸ μικροῦ μὲν ὑπὲρ πάντα τὰ ἀρώματα, νῦν δὲ οὐχ ὑπὲρ λίβανον, ἀλλ' ὡς ὀσμὴ λιβάνου· ἀντὶ τοῦ ὑπερβολικοῦ, συγκριτικῷ ὀνόματι δηλουμένη· 1661 πάλιν δὲ τὴν τῶν πρακτικῶν ἀρετὴν, τῇ τῶν θυμιαμάτων ὀσμῇ, διὰ τὸ πρὸς Θεὸν κατευθύνεσθαι ὡμοίωσεν· ὀσμὴν λιβάνου, τὴν τῶν ἔργων εὐωδίαν εἰρηκώς. Καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. {Γρηγορίου.} Ἤγουν κεκόσμησαι θεολογίας πνέουσιν ἱματίοις· ἐπείπερ οὐ μονοειδής τίς ἐστιν, οὐδὲ μονότροπος ἡ κατ' ἀρετὴν πολιτεία, ἀλλ' ὥσπερ ἐπὶ τῆς τῶν ὑφασμάτων κατασκευῆς, διὰ τῶν πολλῶν νημάτων ἡ ὑφαντικὴ τέχνη τὴν ἐσθῆτα ποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἐναρέτου ζωῆς πολλὰ χρὴ συνδραμεῖν, δι' ὧν ὁ ἀστεῖος ἐξυφαίνεται βίος· ἅπερ καὶ ἀπαριθμεῖται ὁ θεῖος Ἀπόστολος· "Χαρὰν, εἰρήνην, μακροθυμίαν," καὶ τὰ τοιαῦτα· τούτου χάριν ἀποδέχεται τὸν ἐν ἐσθῆτι κόσμον τῆς Νύμφης, ὡς τῷ λιβάνῳ κατὰ τὴν ὀσμὴν ὁμοιούμενον· καί φησιν· ὅτι Σοι, ὦ Νύμφη, τῶν ἀρετῶν ἡ περιβολὴ, τὴν θείαν μιμεῖται μακαριότητα, διὰ καθαρότητος καὶ ἀπαθείας τῇ ἀπροσίτῳ φύσει ὁμοιουμένη· τοιαύτη γὰρ ἡ τῶν ἱματίων ὀσμὴ, ὡς πρὸς τὸν λίβανον ἐμφερῶς ἔχειν τὸν ἀντικείμενον εἰς τὴν τοῦ Θεοῦ τιμήν. ιβʹ. Κῆπος κεκλεισμένος, ἀδελφή μου Νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. {Ἀπολιναρίου.} Κῆπος δὲ ἄλλως κεκλεισμένος ἡ Νύμφη, διότι πλείονα τοῦ φαινομένου κατὰ διάνοιαν ἔχει. {Κυρίλλου.} Κέκλεισται μὲν τῷ κόσμῳ, τῷ δὲ ἐπουρανίῳ Νυμφίῳ ἠνέῳκται· ἡ δὲ πηγὴ τῷ ἁγίῳ Πνεύματι ἐσφράγισται ᾧ χριόμεθα μετὰ τὸ βάπτισμα. {Γρηγορίου.} ∆ιὰ τούτων πάλιν μανθάνομεν, πῶς ἄν τις γένοιτο τοῦ Κυρίου ἀδελφὴ καὶ ὁμόζυγος. Νύμφη μὲν γὰρ γίνεται, διὰ τοῦ προσκολληθῆναι τῷ Κυρίῳ· ἀδελφὴ δὲ, διὰ τοῦ τὸ θέλημα αὐτοῦ κατεργάζεσθαι· ὁ δὲ τοιοῦτος κῆπος εὐθαλὴς γενέσθω· πάντων ἔχων ἐν ἑαυτῷ τῶν φυτῶν τὴν ὥραν καὶ καρπὸν, προβαλλέσθω τοῦ Πνεύματος· κεκλεισμένος δὲ τοῖς ἐχθροῖς τῷ τῶν ἐντολῶν περιφράγματι· ὡς μηδὲ μίαν καθ' ἑαυτοῦ παρασχεῖν τῷ κλέπτῃ καὶ τοῖς θηρίοις τὴν πάροδον· ἀλλὰ τῷ κήπῳ τούτῳ καὶ πηγῆς ἐστι χρεία, ὡς ἂν εὐθαλὲς διαμένει τὸ κάλλος τῷ ὕδατι, εἰς τὸ διηνεκὲς πιαινόμενον· διὰ τοῦτο συνέζευξεν ἐν τοῖς ἐπαίνοις τὴν πηγὴν τῷ κήπῳ· αὕτη δ' ἂν εἴη ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις· ἡ παντοίους ἐν ἡμῖν λογισμοὺς βρύουσά τε καὶ πηγάζουσα· ἀλλὰ τὸ ἡμετέρα γίνεται ἡ πηγὴ, κατὰ τὸ, "Ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι ἰδία·" ἤγουν τὸ τῆς διανοίας ἡμῶν κίνημα ὅταν πρὸς τὰ συμφέροντα ἡμῖν κινεῖται, πᾶσαν συνέργειαν πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν παρεχόμενον, καὶ μὴ πρὸς ἀλλοτρίους καὶ πονηροὺς λογισμοὺς ἐκχεόμενον, ἐξ ὧν φύονται ἄκανθαι· ἐπεὶ δὲ καὶ ἡ σφραγὶς τὸ ἄσυλον σημαίνει, τὴν ἀκροτάτην ἔοικεν ἀρετὴν μαρτυρεῖν τῇ Νύμφῃ, ὅτι ἀνέπαφος αὐτῆς μένει τοῖς ἐχθροῖς ἡ διάνοια, ἐν καθαρότητι καὶ ἀπαθείᾳ φυλαττομένη τῷ ἰδίῳ ∆εσπότῃ, ἢ καὶ μὴ τοῖς σωματικοῖς ἐνασχολεῖσθαι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν δι' ἀρετῆς ποιεῖσθαι παρακελεύεται. 1664 {Νείλου.} Ἔστι λάχανα πολλάκις κρεῶν προκρινόμενα, ὅταν μάλιστα μὲν ταῦτα ἐκκλησιαστικῆς συγκαταβάσεως ᾖ· τῶν ἀσθενῶν παραίνεσις πρόσφορος· τὰ δὲ κρέα, αἱρετικῆς διδασκαλίας ὠμὰ καὶ ἀκατέργαστα· μετὰ ταῦτα εἶναι καρπῶν παντοίων ἀρετῆς κῆπος ἡ Νύμφη· καὶ τούτων τῶν λαχάνων ἐστὶ κῆπος, κἂν ἀσθενούντων ἐστὶ παραμυθία, ἀλλὰ καὶ πρὸς φιλίαν καὶ χάριν παρατίθενται· ἔδει γὰρ καὶ λάχανα τὸν