1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

56

τὸ κάλλος ἐν ἐμοὶ καθορᾶσθαι· οἷος ἦν Παῦλος ὁ εἰπών· "Ἐμοὶ τὸ ζῇν Χριστός." Οὐδὲν γὰρ τῶν ὑλικῶν καὶ ἀνθρωπίνων μαθημάτων ἐν αὐτῷ ζῇ, οὐ λύπη, οὐ θυμὸς, οὐ φόβος, οὐ δειλία, οὐ τύφος, οὐ θράσος, οὐ φιλοδοξία, οὐκ ἄλλο τι τῶν τὴν ψυχὴν διά τινος σχέσεως κηλιδούντων· ἀλλ' ἐκεῖνός μοι μόνος ἐστὶν, ὃς οὐδὲν τούτων ἐστὶν, ἀλλ' ἢ ἁγιασμὸς καὶ ἀφθαρσία, καὶ φῶς, καὶ ἀλήθεια, καὶ τὰ τοιαῦτα, ὅσα ποιμαίνει ψυχὴν, οὐκ ἐν χόρτοις ἢ φρυγάνοις, ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ ὥσπερ ἐπὶ ὑελίνου σκεύους, οἷον ἂν ᾖ τὸ ἐμβαλλόμενον, διαφανὲς γίνεται· οὕτω τρέφεται μὲν ψυχὴ τοῖς κρίνοις, εἴτ' οὖν ταῖς ἀρεταῖς· ὧν ὁ τῆς ἀγαθῆς πολιτείας ἐμφορηθεὶς, ἐπίδηλον ποιεῖ διὰ τοῦ βίου ἑκάστης ἀρετῆς τὸ εἶδος, διὰ τοῦ ἤθους ἐπιδεικνύμενος. {Νείλου.} Ὅτι ζηλοτύπως ἡ λέξις ἐσχημάτισται· ἵνα γὰρ μὴ νομίσωσι κοινὸν εἶναι πασῶν, καὶ οὔπω τέως ἀξίων τὸν πρὸς τῶν τοιούτων ἔρωτα, μόνην μόνῳ ἑαυτῷ ἀνατίθησι. Πῶς δὲ νῦν ἐν κρίνοις ποιμαίνει; ποιμαίνων ἐν κήποις πρότερον ἢ πάντων προκοψάντων τῶν ποιμαινομένων. Ὥσπερ "τὸ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ," οὕτω καὶ ἡ Νύμφη τῷ Κυρίῳ· καὶ ἔμπαλιν· εἰ δέ τι ἄνθος ὡραῖον ἐν ἀνθρωπίναις ψυχαῖς, ἐκεῖνο συλλέγων ὡς ἄξιον τοῖς ἑαυτοῦ ποιμέσι ποιμαντικῆς. {Φίλωνος.} Ἤγουν ἐγὼ τὰ ἔργα αὐτῷ, καὶ αὐτὸς ἐμοὶ τὸν μισθόν. {Ἀπολιναρίου.} Ὡς ἂν μή τις νομίσῃ διεστάναι τὸν κῆπον αὐτῆς, καὶ τὴν ἐκεῖ τοῦ Νυμφίου διατριβὴν, δείκνυσιν ἑαυτὴν εἶναι τὴν ὑπ' αὐτοῦ νεμομένην· καὶ αὐτὴν εἶναι τὰ κρίνα. Ταῦτα εἰπούσης, ὁ Νυμ 170 φίος ἐπιφαίνεται, ἐγκώμιά τε λέγων αὐτῆς, καὶ τὸ εὐδοκεῖν ἐν αὐτῇ, κατὰ τὸ "Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ." {Κυρίλλου.} Ἐγὼ αὐτῷ τὴν πίστιν, καὶ αὐτὸς ἐμοὶ τὴν βασιλείαν· ποιμαίνει δὲ ἐν τῇ καθαρότητι τῶν Γραφῶν καὶ τῶν ἁγίων δογμάτων. γʹ. Καλὴ εἶ ἡ πλησίον μου, ὡς εὐδοκία· ὡραία, ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμέναι. {Γρηγορίου.} Ἀναθεῖσα ἑαυτὴν τῷ ἀδελφιδῷ, καὶ δεξαμένη τοῦ ἀγαπηθέντος τὸ κάλλος ἐν τῇ ἰδίᾳ μορφῇ, οἵων ἀξιοῦται παρ' αὐτοῦ; Τί δέ ἐστιν ὅ φησιν, ἐνδείκνυται ὁ λόγος τὸ διὰ τῆς κατορθουμένης ἀνόδου μέχρις ἐκείνου τὴν ψυχὴν ὑψωθῆναι, ὡς πρὸς τὰ τοῦ ∆εσπότου θαύματα ἑαυτὴν ἀποκλῖναι. Εἰ γὰρ ὁ ἐν κόλποις τοῦ Πατρὸς ὑπὲρ τῆς ἡμῶν ἐνηνθρώπησεν εὐδοκίας, ἵνα γένηται ἐπὶ γῆς εἰρήνη, δηλονότι τὸ κάλλος ἑαυτῆς πρὸς τὴν εὐδοκίαν ὁμοιώσασα τὴν αὐτοῦ, Χριστὸν μιμουμένη τοῖς κατορθώμασι, γίνεται τοῖς ἄλλοις ὅπερ ὁ Χριστὸς τῇ ἀνθρώπων γέγονε φύσει. Καὶ λέγεται Ἱερουσαλὴμ πόλις τοῦ μεγάλου Θεοῦ εἰς οἴκησιν καὶ περίπατον· χωρήσασα τὸν ἀχώρητον, καὶ τῇ τοῦ ἐνοικοῦντος ὡραιότητι καλλωπιζομένη, καὶ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα κατὰ μίμησιν τῶν ἄνω δυνάμεων, αἵ τινες ὑπὸ Θεοῦ εἰσι τεταγμέναι, μηδὲ μιᾶς κακίας ἀνατρεπούσης αὐτῶν τὴν εὐταξίαν· ὡς κοινῶν ἐφ' ἑαυτῆς τὸ θαῦμα καὶ τὴν ἔκπληξιν. Τοῦτο γὰρ ἑρμηνεύει τὸ θάμβος τοιοῦτον· οἷον ἐν ταῖς τεταγμέναις ἐστίν. {Ὠριγένους.} Ὅσον πλησίον γίνεται τοῦ Νυμφίου, κ.τ.λ. δʹ. Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. {Γρηγορίου.} Τινὲς μὲν παρὰ τοῦ ∆εσπότου πρὸς τὴν καθαρὰν ταῦτα εἰρῆσθαι ψυχὴν λέγουσιν, ἐγὼ παρὰ τῆς Νύμφης τοῦτο οἶμαι εἰρῆσθαι. Ἐπεὶ γὰρ ἀποῤῥήτως τῇ Γραφῇ πτέρυγας εἶναι περὶ τὴν θείαν εἴρηται φύσιν, κατὰ τὸ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς· ὁ δὲ ἄνθρωπος ἐγένετο κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· πτερωτὴν συμβαίνει λέγεσθαι καὶ τοῦ ἀνθρώπου τὴν φύσιν, ἐν ᾧ τὸ κατ' εἰκόνα ἐφυλάττετο. Ἀπεγύμνωσε δὲ αὐτὸν τῶν τοιούτων πτερῶν ἡ κακία δυνάμεώς τε, φημὶ, καὶ μακαριότητος, καὶ ἀφθαρσίας τούτων νοουμένων· ἀλλ' ἐπεφάνη ὁ Χριστὸς ἵνα δι' ὁσιότητος καὶ δικαιοσύνης αὖθις πτεροφυήσωμεν· ὁμοῦ τε γὰρ φιλανθρώποις ἡμᾶς οἶδεν ὀφθαλμοῖς ὁ Θεὸς, καὶ κατὰ τὴν ἀρχαίαν φύσιν ἀνεπτερώθημεν. Ὅταν οὖν οἱ ὀφθαλμοί σου ἐπ' ἐμὲ ἐπιβλέπωσιν, ἀποστρέφονται ἀπὸ τοῦ ἐναντίου· οὐ γὰρ ὄψονταί τι ἐν ἐμοὶ τῶν ἐναντιουμένων τῷ πτέρυγας περιστερᾶς ἀναλαβεῖν διὰ τῶν