1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

57

ἀρετῶν, καὶ πετασθῆναι καὶ καταπαῦσαι. 1712 {Ὠριγένους.} Ἡ Ἐκκλησία τῇ ὡραιότητι, κ.τ.λ. {Νείλου.} Πολλὴν τῆς Νύμφης παῤῥησίαν δηλοῖ, ἐκ τοῦ ἐνατενίζειν ἀδεῶς τῷ Νυμφίῳ. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ Νυμφίος, ἀναπτεροῦται καὶ ἐπὶ πλεῖον οὗτος ἀναβαίνει πρὸς ὕψος θεωρίας χωρῶν, ὅταν εὕρῃ θεωρητικὴν ψυχὴν, τῇ νοήσει παρακολουθῆσαι δυναμένην, ἵν' οὕτως εἴπω, ἀναιδῶς πᾶσιν ἐνατενίζειν τοῖς θεωρουμένοις. Ἀλλὰ παραινῶν κηδεμονικῶς, μὴ ἀτενὲς ἔχειν πάντοτε τὸ τοιοῦτον ὄμμα· καί ποτε δὲ ἀποστρέφειν αὐτὸ καὶ καμμύειν· ἵνα μὴ πολὺ πτερωθέντος τοῦ ἀτενιζομένου ἀτενίσῃ πρὸς τὴν συνανάβασιν καὶ τῶν ὑπὲρ φύσιν ἐφιεμένη· καὶ πρὸς τὰ λοιπὰ νοήματα, ἀμβλυωπέστερα γένηται. {Φίλωνος.} Ἤγουν τὰς ἐμὰς ὁδοὺς οἱ μεταστραφέντες τηρείτωσαν ὀφθαλμοί· τὸν σὸν γάρ μοι τοῦτο πόθον ἐργάζεται. {Κυρίλλου.} Ἀπὸ τῶν ἀπειθούντων σοι τοὺς σοὺς ἀπόστρεψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν σε. εʹ. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖσ. {Γρηγορίου.} Μόναι τοῦ σώματος αἱ τρίχες ἀμοιροῦσιν αἰσθήσεως· ἃς γυναιξὶν εἶναι κόσμον εἶπεν ὁ Παῦλος, ὡραϊζούσας τὴν κεφαλήν. ∆ιδάσκει τοίνυν ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς Νύμφης θεωρουμένους, δι' ὧν ἡ Ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι· κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν κατὰ τὴν Παροιμίαν· "Ὅτι σοφοὶ κρύπτουσιν αἴσθησιν·" οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὐ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει, οὐχ ἁφῇ· νεκρώσαντες γὰρ, φησὶ, τὰς αἰσθήσεις, ἐφάπτονται διὰ μόνης τῆς ψυχῆς τῶν κατ' ἔννοιαν ἀγαθῶν ὀρεγόμενοι· καὶ οὕτω δοξάζουσι γυναῖκα τὴν Ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι, οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι, ἀλλ' ἐν τῇ πείρᾳ τῶν τριχῶν ἀναισθησίαν ὑποκρινόμενοι. Εἴληφε δὲ τὰς αἶγας εἰς παραβολὴν, ἢ διὰ τὸ φύσει δασὺ, ἢ ὅτι τῶν ἄκρων ἐπιβαῖνον τὸ ζῶον, οὐ περιολισθαίνει ταῖς πέτραις· ὅπερ τοῖς τὴν τραχεῖαν τῶν ἀρετῶν ὁδὸν κατορθοῦσι, προσφυῶς ἁρμόζεται· ἢ διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας παρειλῆφθαι συντελεῖν πρὸς ἐγκώμιον τῇ κεφαλῇ· κἀν ταῖς Παροιμίαις δὲ ἐν τοῖς τέσσαρσι τοῖς ἐνοδουμένοις, ὁ τράγος ἠρίθμηται, τοῦ αἰπολίου ἡγούμενος. Λεκτέον οὖν ὥσπερ εὑρεθὲν ἐπιτήδευμα, διὰ πολλῶν τῶν ἐφεξῆς διατρέχον, ἐπὶ τὸν εὑρετὴν ἀναφέρεται· ὡς ἐπὶ τὸν Θοβὲλ ἡ χαλκευτικὴ, καὶ ἡ ποιμαντικὴ ἐπὶ τὸν Ἄβελ, καὶ ἡ γεωργικὴ ἐπὶ τὸν Κάϊν, καὶ ἡ ἀμπελουργικὴ ἐπὶ τὸν Νῶε· οὕτως 1713 ἐπειδὴ τοῦ θείου ζήλου διαφερόντως Ἠλίας καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τοῖς ἑαυτοῦ ἴχνεσιν ἐπηκολούθησαν, τὸν ἐκείνου μιμησάμενοι βίον, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς· οἵ τινες δόξα καὶ ἔπαινος τῆς Ἐκκλησίας γίνονται, εἰς τὸν τῶν τριχῶν καταγέντες κόσμον, ὃν ἡ αἰσθητικὴ ζωὴ κεχώρισταί τε καὶ ἠλλοτρίωται· διὰ δὲ τῶν αὐτῶν, καὶ τοὺς τρέφοντας τὸ σῶμα τῆς Ἐκκλησίας ὀδόντας ἐπαινεῖ, οὓς εἶναι βούλεται διὰ παντὸς, ὡς ἀπὸ λουτροῦ καθαροὺς, καὶ τὰς τρίχας ἔχειν ἀπερίττους ὡς ἀπὸ προσφάτου κουρᾶς· καὶ κατὰ τὸν τόκον τῶν ἀρετῶν διδυμεύοντας, τῆς διπλῆς καθαρότητος γίνεσθαι πατέρας· τῆς τε κατὰ ψυχὴν καὶ τῆς κατὰ σῶμα θεωρουμένης· καὶ μηδὲν ἔχει ἀγονοῦν ἐν τῷ κρείττονι. {Ὠριγένους.} Εἴρηται δεύτερον ταῦτα τῇ Νύμφῃ, κ.τ.λ. ʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου· καὶ ἡ λαλιά σου ὡραία· ὡς λέπυρον τῆς ῥόας, μῆλόν σου· ἐκτὸς τῆς σιωπήσεώς σου. {Γρηγορίου.} Μέτρου ὄνομα τὸ σπαρτίον· τὴν μὲν οὖν μεμετρημένην τοῦ λόγου διακονίαν δηλοῖ, ἢν ὁ ψαλμῳδὸς φυλακὴν καὶ θύραν περιοχῆς ὠνόμασε· τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν τῷ τοῦ Σωτῆρος περικέχρηται αἵματι· ὁ τοίνυν λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, αὐτὸς ἔχει τὸ σχοινίον ἐπὶ τοῦ σώματος τὸ γεωμετρικὸν, τῷ τοῦ λυτρωτοῦ καλλωπιζόμενον αἵματι· λαλιὰν δὲ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ καθαρὸν καὶ ἔμμετρον· τὸ γὰρ ἀκριβῶς ὡραῖον ἐν τῷ ἰδίῳ καιρῷ