1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

76

Ἢ πάλιν 'κοιλάδα Σκηνῶν διαμετρεῖ' ὁ τὸν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα σκηνῶν γνώσει περιλαμβάνων· «σκῆνος» γὰρ πολλαχοῦ τῆς Γραφῆς τὸ σῶμα προσηγορεύθη.

«Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς καὶ Ἐφραΐμ κραταίωσις τῆς κεφαλῆς μου».

Γαλαὰδ κατὰ μίαν τῶν ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμηνειῶν ἐστὶν ἀποκάλυψις, Μανασσῆς δὲ ἑρμηνεύεται λήθη· ἀποκάλυψις δὲ καὶ λήθη εἰκότως προσγίνονται τῷ δικαίῳ, λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατ᾽ ἀρετὴν πόνων τὴν λήθην διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. Ἐφραΐμ δὲ ἑρμηνεύεται πλατυσμός, ὅπέρ ἐστιν ἡ κατὰ πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ἀντίληψις 'τῆς κεφαλῆς' τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ καὶ παντὸς ἔργου ἀγαθοῦ, 'κραταίωσις' δὲ ταύτης καθέστηκεν ἀσφαλὴς ἡ τῶν μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ᾽ ἣν ὡς παρόντα τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες.

«Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου». Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται· ἄρχει γὰρ ἡ δι᾽ εὐχῶν ἐξομολόγησις ἐν

τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. ∆ύναται δὲ νοηθῆναι καὶ εἰς τὸν Κύριον ὁ Ἰούδας, ὅς ἐστιν ἀληθινὸς βασιλεὺς τοῦ πνευματικοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, ὁ ὑπὲρ ἡμῶν, ἡνίκα γέγονεν ἄνθρωπος, ἐξομολογούμενος πρὸς τὸν Πατέρα καὶ λέγων· «ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε». Μωὰβ δὲ 'ἔντερον πατρὸς' ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι᾽ οὗ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην ὅπερ δηλοῖ σαφῶς ὁ λέβης , ἡ κάθαρσις πέφυκε γίνεσθαι τῶν ἁμαρτημάτων· κάθαρσις γάρ ἐστιν ὁ 'λέβης τῆς ἐλπίδος,' τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ᾽ ἐλπίδας ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης.

∆ύναται δὲ πάλιν νοηθῆναι ὁ 'Μωὰβ' καὶ εἰς τὴν σάρκωσιν τοῦ Κυρίου· Υἱὸς γὰρ ἀνθρώπου δι᾽ ἡμᾶς γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς 'λέβης τῆς ἐλπίδος' ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τὲ καὶ μολυσμῶν.

«Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν». Ἰδουμαία αἱματώδης πηλὸς ἑρμηνεύεται. ∆ύναται δὲ ληφθῆναι καὶ εἰς τὴν

σάρκα τοῦ Κυρίου, δι᾽ ἧς ἐπέβη, ὡς δι᾽ 'ὑποδήματος,' τοῖς ἀνθρωπίνοις, ἄλλως χωρῆσαι τὸν Ποιητὴν μὴ δυναμένης τῆς κτίσεως, ἄπειρόν τε καὶ ἀχώρητον κατὰ φύσιν τυγχάνοντα.

∆ύναται δὲ πάλιν νοηθῆναι καὶ εἰς τὴν ἑκάστου ἡμῶν σάρκα, ἐφ᾽ ἧς 'ἐκτείνομεν τὸ ὑπόδημα,' τουτέστι τὴν φρουροῦσαν τὴν ψυχὴν ἀπὸ τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τὲ καὶ (14Α_380> ἀκανθῶν ἄσκησίν τε καὶ ἐγκράτειαν τοῦτο γὰρ χρὴ νοεῖσθαι τὸ ὑπόδημα · ἄνευ γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγκρατείας τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν τῆς εὐσεβείας ἀμήχανον.

∆ύναται δὲ πάλιν ὑπόδημα νοηθῆναι ψυχῆς καὶ ἡ διὰ λόγου καὶ θεωρίας νεκρωθεῖσα αἴσθησις, δι᾽ ἧς ἐπιβαίνουσα ἡ ψυχὴ τοῖς αἰσθητοῖς, τὸν αἰῶνα τοῦτον ἀβλαβῶς διαπορεύεται, τοὺς αὐτοῦ λόγους διὰ μέσης τῆς αἰσθήσεως ὡς ὑποδήματος φαντασιουμένης, τὰς τῶν ὁρατῶν κατ᾽ εἶδος καὶ σχῆμα διαφορὰς ἀναλεγομένη πρὸς τὴν τοῦ ἑνὸς μόνου τε καὶ ἀρχικοῦ Λόγου σύνεσιν καὶ ἐπίγνωσιν.

«Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν». Ἡνίκα γὰρ διὰ σαρκὸς τοῖς καθ᾽ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ Κύριος, ὑπετάγη

τῷ κράτει τῆς ἰσχύος αὐτοῦ οὐ μόνον καταργηθέντα τὰ πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, δεξάμενα διὰ τῆς κλήσεως τὸ σωτήριον τοῦ Εὐαγγελίου κήρυγμα, ὑπέκυψεν· 'ὑποτάσσονται' δὲ καὶ παντὶ δικαίῳ οἱ 'ἀλλόφυλοι,' ἡνίκα