1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

26

καὶ ἔλαβεν ἐξ αὐτοῦ τὴν αἴσθησιν· ἀπέκτεινεν δὲ καὶ τὸν νεανίσκον, τὸν πνευματικόν φημι νόμον, καὶ ἔλαβεν ἐξ αὐτοῦ τὴν διάνοιαν, ὅπως ταύταις μιγνύμενος ὁ τῆς κακίας σπορεὺς ἀποτεκεῖν ποιήσῃ τὴν ἁμαρτίαν. Ἐκ τούτου οὖν τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ ἐκδικεῖται, τουτέστιν ὑπὲρ τῆς συγκαταθέσεως καὶ ἐνεργείας δίκας εἰσπράττεται. Ὅθεν ὁ Κύριος λέγοντι τῷ Πέτρῳ "ποσάκις ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;" ἀπεκρίθη ὁ Κύριος "οὐ μόνον ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά", τουτέστιν "τῷ μετανοοῦντί σοι μὴ μόνον τὰ μικρὰ τὰ ἐν συγκαταθέσει γινόμενα ἀλλὰ καὶ τὰς ἐνεργείας ἀφήσεις".

ΕΡΩΤΗΣΙΣ 79 Τί δηλοῖ τὸ χωνευτὸν καὶ τὸ γλυπτὸν καὶ τὸ θεραφὶν ἅπερ ἐποίησαν ἐπὶ τοῦ

Γεδεὼν καὶ τί τὰ ἐνώτια καὶ οἱ μηνίσκοι ἅπερ ἐποίησεν ὁ Γεδεὼν ἐφοὺδ καὶ ἔστησεν ἐν τῇ πύλῃ καὶ γέγονεν εἰς σκάνδαλον τοῦ οἴκου αὐτοῦ;

ΑΠΟΚΡΙΣΙΣ Ἐκεῖνος ποιεῖ χωνευτὸν κατὰ τὴν Γραφὴν ὁ ἐκ τῶν ἔξωθεν προλήψεων ἔχων

τοὺς τύπους τῆς κακίας καὶ ἐξ αὐ τῶν χωνεύων καὶ εἰς ἐνέργειαν φέρων τὴν ἁμαρτίαν· γλυπτὸν δὲ ποιεῖ ὁ ἐξ ἑαυτοῦ δημιουργῶν τὸ πάθος· θεραφὶν δὲ ποιεῖ ὁ τὴν ἕξιν τῶν παθῶν κεκτημένος ὥσπερ δοχεῖον· φασὶ γὰρ τὸ θεραφὶν δοχεῖον εἶναι τοῦ αἵματος τῶν θυομένων. Τὸ δὲ ποιῆσαι τὸν Γεδεὼν ἀπὸ τῶν ἐνωτίων καὶ τῶν μηνίσκων ἐφούδ, τοῦτο 14Α_122 σημαίνει ὅτι ὅστις τῶν διδασκάλων ἀφ᾽ ἑκάστου λαμβάνων λόγον ἢ δόγμα τοῦτο γὰρ ἐνώτια καὶ μηνίσκοι περί τινος τῶν κατὰ τὴν κτίσιν προφαινομένων, εἶτα ἐξ ὅλων συναγείρων ἓν μυστικὸν λόγον θεωρίας καὶ τοῦτον προτιθεὶς ἐν φανερῷ εἴτε καὶ ἐν βίβλοις κατατιθέμενος τοῦτο γὰρ ἡ πύλη , ὅσοι μὴ δύνανται νοῆσαι ἐκ νηπίας φρενὸς τὸ μυστικὸν τοῦ λόγου καὶ ἑνιαῖον, σκανδαλίζονται εἰς τὸν εἰπόντα διδάσκαλον.

ΕΡΩΤΗΣΙΣ 80 Τί σημαίνει ἡ κατ᾽ αὐτὸν τὸν Γεδεὼν ἱστορία καὶ ὁ πόκος καὶ ὁ πόλεμος πρὸς

τοὺς Μαδιηναίους καὶ τὰ λοιπά; ΑΠΟΚΡΙΣΙΣ Ἀγάρ, ἡ παιδίσκη Σάρρας, λαμβάνεται ἐπὶ τῆς αἰσθήσεως· αὐτὴ

συλλαμβάνουσα διὰ τῆς φυσικῆς θεωρίας γεννᾷ τὸν φυσικὸν νόμον. Εἰ δὲ κατεξαναστῇ αὐτὴ τοῦ νοὸς ὥσπερ ἐκείνη τῇ Σάρρᾳ 'ἄρχουσα' δὲ ἡ Σάρρα ἑρμηνεύεται παρωθεῖται ἡ αἴσθησις καὶ συλλαμβάνει ὁ νοῦς τὸν Ἰσαάκ, τὸν πνευματικὸν νόμον, ἐξ οὗ ὁ Ἰσραήλ, τουτέστιν 'ὁ νοῦς ὁ τὸν θεὸν ὁρῶν.' Οὗτος ἐπειδὰν τυραννεῖται ὑπὸ τοῦ Μαδιάμ, τουτέστιν τῆς πορνείας, παραδίδοται κατὰ συγχώρησιν ἑπτὰ ἔτη, τουτέστιν ἐν τοῖς χρονικοῖς καὶ ἐπικαίροις πάθεσιν. «Καὶ ἐποίησαν», φησίν, «οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς ὄρεσιν τρυμαλιὰς καὶ σπήλαια»· πολεμούμενος γὰρ ὁ νοῦς δοκεῖ ἐπινοεῖν κακώσεις καὶ πόνους, ἀλλὰ χωρὶς γνώσεως τούτους ποιῶν ἀνονήτως κοπιᾷ. «Ἔσπειρεν», γάρ φησιν, «ἀνὴρ Ἰσραὴλ καὶ ἀνέβαινεν Μαδιὰμ καὶ Ἀμαλὶκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ διέφθειρον τὸν καρπὸν τῆς γῆς»· Ἀμαλὶκ 14Α_124 γὰρ ἡ γαστριμαργία καὶ Μαδιὰμ ἡ πορνεία καὶ υἱοὶ ἀνατολῶν ἡ κενοδοξία· διαφθείρουσιν πάντα τὸν σπόρον τῆς καρδίας, ὅνπερ ἄνευ γνώσεως ἐπιτηδεύειν δοκεῖ. «Καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν τῷ Ἰσραήλ», φησίν, ἐκ ποιμνίου καὶ μόσχου καὶ ὄνου, τουτέστιν ἔκ τε τοῦ λογικοῦ καὶ θυμικοῦ καὶ ἐπιθυμητικοῦ. «Ἀνέβαινον δὲ καὶ αἱ κτήσεις αὐτῶν καὶ αἱ σκηναὶ σὺν τοῖς καμήλοις αὐτῶν ὧν οὐκ ἦν ἀριθμός», τουτέστιν τὰ ποικίλα εἴδη τῶν παθῶν καὶ αἱ μνήμαι αὐτῶν καὶ αἱ φαντασίαι. «Καὶ ἐπτώχευσεν», φησίν, «ὁ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ καὶ ἐκέκραξαν πρὸς Κύριον οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξαπέστειλεν Κύριος ἄνδρα προφήτην»· ἡνίκα γὰρ πτωχεύσει ὁ νοῦς πάσης ἀρετῆς, οἱ δὲ λογισμοὶ τούτου ἐκ