1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

2

τῆς γαστριμαργίας πάθος· 14Α_012 Σενναὰρ γὰρ 'γρηγόρησις ὀδόντων' ἑρμηνεύεται· εἶτα καὶ οἰκοδομοῦμεν πύργον, τουτέστιν τὰ σαρκικὰ πάθη περὶ πολλοῦ ποιούμεθα καὶ οἰκοδομοῦμεν πάθος πάθει συνάπτοντες. «Ἕως δὲ τοῦ οὐρανοῦ»· οὐ γάρ ποτε παύσασθαι βούλονται οἱ περὶ τὰ μάταια τὴν σπουδὴν ἔχοντες, ἀλλ᾽ ἀπλήρωτον τὴν περὶ αὐτὰ ὄρεξιν ἔχουσιν. Παύει δὲ ὁ Θεὸς τὴν τοῦ πύργου οἰκοδομὴν καὶ «συγχεῖ τὰς γλώσσας» ὅτ᾽ ἂν πρὸς τὸ συμφέρον παιδεύων ἐγκόπτει τὴν ἡμετέραν κακίαν· ὅτ᾽ ἂν γὰρ τὸν ἐπὶ τῇ ἀκαθαρσίᾳ τῆς πορνείας ἡττημένον νόσῳ παιδεύει ἢ τὸν τῇ γαστριμαργίᾳ δεδουλωμένον πενίᾳ σωφρονίζει, οἱονεὶ ἐγκοπὴν τοῦ τῶν παθῶν πύργου ποιεῖται, «συγχέων» ἅμα καὶ τὰς γλώσσας· τὸν γὰρ πόρνον πάντοτε περὶ πορνείας μελετῶντα καταστείλας τῇ νόσῳ, εἰς τὴν περὶ τοῦ σώματος ὑγεῖαν ἀπασχολεῖσθαι ποιήσας, οἱονεὶ τὴν φωνὴν συγχέας τῆς συνεχοῦς μελέτης τοῦ πάθους.

ΕΡΩΤΗΣΙΣ 3 Τί σημαίνει «∆αβὶδ ψάλλων καὶ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ καταπαύων»; ΑΠΟΚΡΙΣΙΣ Πᾶς ὁ κατὰ τὸν μακάριον ∆αβὶδ ποιμαίνων τὰ πρόβατα, τουτέστιν τὸ

λογιστικὸν τῆς ψυχῆς, καὶ νικῶν θυμὸν καὶ ἐπιθυμίαν καθάπερ ἐκεῖνος τὸν λέοντα καὶ τὴν ἄρκον, οὗτος τῷ λόγῳ τῆς διδασκαλίας χρώμενος μετά τινος ὑψηλῆς θεωρίας ἡδύνει τὸν ἀκούοντα καὶ τὰ ἐν αὐτῷ τῆς κακίας πάθη κατευνάζει.

ΕΡΩΤΗΣΙΣ 4 Ἐπειδὴ γέγραπται ἐν τῷ Εὐαγγελίῳ ὅτι «ἐάν τις μὴ 14Α_014 γεννηθῇ ἐξ

ὕδατος καὶ Πνεύματος» καὶ ἐν ἄλλῳ τόπῳ πάλιν «αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί», παρακαλῶ μαθεῖν τίς ἡ διαφορά.

ΑΠΟΚΡΙΣΙΣ Ἐν ἑκάστῳ τὸ ἅγιον Πνεῦμα γινόμενον, ὡς μὲν ὕδωρ τὸν τῆς σαρκὸς

μολυσμὸν καθαίρει, ὡς δὲ Πνεῦμα τὰς τῆς ψυχῆς κηλίδας ἐκπλύνει, ὡς δὲ Πνεῦμα ἅγιον ὑποτίθεται τοὺς τρόπους τῶν ἀρετῶν, ὡς δὲ πῦρ Θεὸν κατὰ χάριν ἀποτελεῖ, τὰ θεῖα τῆς ἀρετῆς γνωρίσματα ἐπιλάμπον αὐτῷ.

ΕΡΩΤΗΣΙΣ 5 Ἐπειδὴ κατὰ τὸν Θεολόγον Γρηγόριον λέγοντα ἐν τῷ τῆς Πεντηκοστῆς λόγῳ,

'οἱ ἀπόστολοι διὰ τριῶν χαρισμάτων εἰλήφασιν τὸ τέλειον, πρῶτον μὲν νόσους ἰώμενοι καὶ δαίμονας ἀπελαύνοντες, δεύτερον δὲ τὸ μετὰ τὴν ἀνάστασιν ἐμφύσημα, τρίτον δὲ αὐτὸ οὐσιωδῶς τὸ Πνεῦμα ἐν εἴδει γλωσσῶν πυρίνων', πῶς τις, εἴπερ τοῖς ἀποστόλοις γένηται κατ᾽ ἀρετὴν ἰσοστάσιος, δύναται λαβεῖν τὰ εἰρημένα χαρίσματα καὶ πῶς χρὴ νοεῖν τὸ «οὐσιωδῶς», ὡς ἐν ὑποδείγματι ἑρμηνευθῆναι παρακαλῶ.

ΑΠΟΚΡΙΣΙΣ ∆υνατὸν καὶ ἡμᾶς, εἴπερ μιμηταὶ τῶν ἀποστόλων σπεύσωμεν γενέσθαι,

πρῶτον μὲν διὰ τῆς πρακτικῆς ἐπιτάσσειν τοῖς πάθεσιν καὶ τὰς τῆς ψυχῆς ἐξιᾶσθαι νόσους, δεύτερον δὲ διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν ἐφ᾽ ἑαυτὴν ἀποκαθιστάνειν, τρίτον διὰ τῆς τοῦ λόγου διδασκαλίας τοῦτο γὰρ αἱ γλῶσσαι πῦρ γίνεσθαι 14Α_016 τοῖς ἀκούουσιν, ἅμα μὲν τὰ πάθη αὐτῶν πυρὸς δίκην ἀναλίσκοντας, ἅμα δὲ καὶ φωτίζοντας. Πῶς δὲ ἐνήργει τὸ πρότερον τὸ ἅγιον Πνεῦμα καὶ πῶς οὐσιωδῶς τελευταῖον ἐν τοῖς ἀποστόλοις ἐπεφοίτησεν, ἀναγκαῖον ὡς ἐν ὑποδείγματι διερμηνεῦσαι. Καθάπερ ξύλον ἐπιτιθέμενον τηγάνῳ, εἶτα, τοῦ πυρὸς ὑφαπτομένου, διὰ μέσου τοῦ τηγάνου τῆς θέρμης τοῦ πυρὸς μεταλαμβάνει τὸ ξύλον, οὕτως τὸ πρότερον ἀμυδρῶς ἐνήργει τὸ Πνεῦμα ἐν τοῖς ἁγίοις· εἰ δέ τις κατὰ τὸ αὐτὸ ὑπόδειγμα ἐπαρεῖ τὸ διὰ μέσου τήγανον καὶ τὸ πῦρ ἀμέσως τοῦ ξύλου περιδράξεται,