1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

15

ἡδονή· μεθ᾽ οὗ συγγινομένη συλλαμβάνει τὴν ἐνέργειαν. ∆ιὰ τοῦτο ἐπικατάρατα τὰ τοιαῦτα κυήματα καὶ οὐκ εἰσέρχονται «εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς».

ΕΡΩΤΗΣΙΣ 40 Τί δήποτε πολλῶν ὄντων βαρυτέρων ὕβρεων ὁ Κύριος ἐν Εὐαγγελίοις τὸν

λέγοντα τὸν ἀδελφὸν αὐτοῦ «μωρὸν» τῆς γεέννης ὑπεύθυνον ὁρίζεται, τὸν δὲ λέγοντα «ῥακὰ» τῷ συνεδρίῳ ὑποκεῖσθαι λέγει;

ΑΠΟΚΡΙΣΙΣ Τὸ «μωρὸς» ὄνομα λέγουσιν ἐπὶ τοῦ ἄφρονος λαμβάνεσθαι καὶ ἀνοήτου, τὸ

δὲ «ῥακὰ» Ἑβραίων φωνῇ 'κατάπτυστον' ἑρμηνεύεται. Ἐπεὶ οὖν ἐπὶ τοῦ ἀθέου καὶ ἀπίστου τὸ «μωρὸς» ὄνομα εἴρηται κατὰ τὸ «εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· "οὐκ ἔστιν Θεός"», καὶ κατὰ τὸν Μωυσῆν λέγοντα «οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός», ὅστις τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμόπιστον ἄθεον καὶ εἰδωλολάτρην ἢ αἱρετικὸν καὶ ἄπιστον ἀποκαλεῖ, οὗτος λέγει μωρὸν καὶ τῆς γεέννης δικαίως ὑπεύθυνος γίνεται. Ὅστις δὲ λέγει «ῥακά», τουτέστιν 'ἐμπτυσμένε καὶ ἀκάθαρτε', οὗτος τὸν βίον διαβάλλει τοῦ ἀδελφοῦ αὐτοῦ καὶ εἰκότως κουφοτέρου ἐπιτιμίου ὑπόκειται.

14Α_072 ΕΡΩΤΗΣΙΣ 41 Τί σημαίνει ἡ ἐν τοῖς Κριταῖς ἱστορία ἡ κατὰ τὸν Λευΐτην καὶ τὴν παλλακὴν

ἣν παραχρησάμενοι ἐφόνευσαν οἱ τῆς φυλῆς Βενιαμίν; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ κατ᾽ ἀρχὰς γενόμενος ἐκ Θεοῦ ἱερὸς νοῦς τὸν φυσικὸν νόμον διὰ

τῆς παραβάσεως ἐθανάτωσεν, ἔλαβεν τὴν παλλακήν, τουτέστιν τὴν νομικὴν λατρείαν, μὴ οὖσαν φυσικὴν ἀλλ᾽ ἐπείσακτον· εἶτα ἐπαναστάντων τῶν φυσικῶν κινημάτων οἱονεὶ λύκων ἐφόνευσαν καὶ αὐτήν. Ὁ δὲ ἱερὸς νοῦς ἀγανακτήσας μελίζει ταύτην καὶ ἀποστέλλει εἰς πᾶν ὅριον Ἰσραὴλ εἰς τὰς δώδεκα φυλάς, τουτέστιν τὰς νομικὰς ἐντολὰς διέλει καὶ ἑκάστην ἀπονέμει τῇ ἁρμοζούσῃ τῆς ψυχῆς δυνάμει, ὥστε πάσας συγκινηθῆναι πρὸς ἀναίρεσιν τῶν ἀτακτησάντων λογισμῶν. Εἰσὶν δὲ τρεῖς μὲν αἱ τῆς ψυχῆς δυνάμεις· τὸ λογικόν, τὸ ἐπιθυμητικόν, τὸ θυμικόν. ∆έονται δὲ αὗται τῶν γενικῶν τεσσάρων ἀρετῶν· ἄνευ γὰρ τούτων οὔτε κακίας ἀναίρεσις γίνεται, οὔτε ἀρετῆς κατόρθωσις. Εἶτα πρὸς τὸ καὶ εἰς ἐνέργειαν τὰ καλῶς κριθέντα ἐλθεῖν χρῄζουσιν καὶ τῶν πέντε αἰσθήσεων ἵνα ὁ δωδέκατος εἰς πέρας ἔλθῃ ἀριθμός, ὁ πάντα τὸν Ἰσραὴλ χαρακτηρίζων. Ἢ καὶ χρόνον καὶ φύσιν ὁ δωδέκατος σημαίνει ἀριθμός· ἑβδοματικὸς γὰρ ὁ χρόνος, πενταδικὴ δὲ ἡ φύσις.

Τὸ δὲ ἐν τῷ πολέμῳ πολλοὺς τῶν Ἰσραηλιτῶν πεσεῖν καὶ μετὰ ταῦτα τοὺς ὀλίγους νικῆσαι σημαίνει ὅτι δεῖ τὸν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενον καθαρεύειν παντὸς πάθους, ἐπεὶ ἕως ὅτε ἢ ὑψηλοφροσύνῃ κεκράτηται ἢ κενοδοξίᾳ ἢ τύφῳ ἢ ἀλαζονείᾳ, ἢ κατακρίνει ἑτέρους ἢ ἄλλῳ οἱῳδήποτε πάθει ἐνέχεται, ἐν τῷ πολεμεῖν δῆθεν πρὸς τὰ πάθη ἀδρανὴς εὑρίσκεται καὶ πίπτει· ἀλλὰ δεῖ πάντων καθαρεύειν καὶ εἶθ᾽ οὕτως παρατάττεσθαι 14Α_074 καὶ οὕτως ὁ Κύριος παρέχει τὴν νίκην. Τὸ δὲ παρακληθῆναι τὸν Ἰσραὴλ ἐπὶ τοῖς ὑπολειφθεῖσιν τοῦ Βενιαμὶν τοῖς καταφυγοῦσιν ἐν τῇ πέτρᾳ Ῥεμμών, δηλοῖ ὅτι τὸν πρὸς τὰ πάθη μαχόμενον οὐ δεῖ συναναιρεῖν τοῖς πάθεσιν τὴν φυσικὴν δύναμιν, ἀλλὰ τὰ μὲν παρὰ φυσικὴν δύναμιν περιποιεῖσθαι· οἷον, ἀγωνίζεταί τις κατὰ τοῦ πάθους τῆς γαστριμαργίας, οὐ δέον πάντη τὴν χρειώδη τροφὴν τὴν πρὸς τὴν τῆς ζωῆς σύστασιν ἀνελεῖν, ἀλλὰ τὴν ἁβροδίαιτον καὶ λυσσώδη δίαιταν. Τὸ δὲ φυγεῖν εἰς τὴν πέτραν σημαίνει τὴν κατὰ Χριστὸν πίστιν ἢ τὴν παγίαν ἕξιν τῆς πρακτικῆς ἥτις τὴν τῶν παθῶν ἀταξίαν εὐμαρῶς θανατοῖ· Ῥεμμὼν γὰρ 'μετεωρισμὸς θανάτου' ἑρμηνεύεται.

ΕΡΩΤΗΣΙΣ 42