1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

32

διδοῦσαν καὶ ἀντικτωμένην τὰ μέλλοντα. Καρδίαν δὲ ζῴου ἔλαβεν τὴν πίστιν, περιυφαινομένην πάντοθεν διὰ τῶν ἀρετῶν.

ΕΡΩΤΗΣΙΣ 95 Ἐκ τοῦ 'Εἰς τὸ Βάπτισμα' λόγου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἄπορον

προφητικῆς λέξεως· «μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ καὶ πᾶσαν ψυχὴν αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν σήμερον βοῦς καὶ ὄνος πατεῖ».

ΑΠΟΚΡΙΣΙΣ Τὴν ἀρουμένην μὲν διὰ τῆς πρακτικῆς καὶ τὰς ἀκάνθας τῶν παθῶν

καθαιρομένην, ἀρδομένην δὲ διὰ τῆς γνώσεως ψυχήν, ἣν ἐπάτει σήμερον βοῦς καὶ ὄνος βοῦν τὸν Ἰουδαϊκὸν νόμον λέγων, ὄνον δὲ τὴν ἐθνικὴν μερίδα τουτέστιν τὴν τῷ γράμματι 14Α_148 ἐμμένουσαν καὶ τῇ ἀλογίᾳ πιεζομένην σήμερον, αὔριον δὲ μεταβληθεῖσαν διὰ πράξεως καὶ γνώσεως· εἰς ἣν ὁ σπείρων τὰ τῆς ἀρετῆς σπέρματα μακάριος.

ΕΡΩΤΗΣΙΣ 96 Ἐκ τοῦ αὐτοῦ· «μακάριος ὃς κἂν χειμάρρους ᾖ σχοίνων ἐξ οἴκου Κυρίου

ποτίζεται». ΑΠΟΚΡΙΣΙΣ Χειμάρρους σχοίνων ἐστὶν ἡ σὰρξ ἡ τῷ χειμῶνι τῶν παθῶν παρασύρουσα τὰς

τῆς ψυχῆς δυνάμεις καὶ σχοίνων δίκην τῇ τῶν ἁμαρτημάτων τραχύτητι πλήττουσα. Ἐξ οἴκου δὲ Κυρίου ποτίζεται ὅτ᾽ ἂν ἐκ τῶν ἐντολῶν τοῦ Κυρίου, τοῦ τὴν ἡμετέραν σάρκα ἀναλαβόντος, ἐξ ἧς ἐν τῇ ὁδῷ τοῦ βίου γενόμενος ἔπιεν τὸ ὑπὲρ ἡμῶν πάθος καὶ γέγονεν ἡμῖν εἰς οἶκον καταφυγῆς, ἀρδεύεται.

ΕΡΩΤΗΣΙΣ 97 Ἐκ τοῦ αὐτοῦ· «χθὲς ἐξηραίνου θάλλουσα τῇ αἱμορροίᾳ· ἐπήγαζες γὰρ τὴν

φοινικῆν ἁμαρτίαν». ΑΠΟΚΡΙΣΙΣ Χθές, φησίν, ἐξηραίνου τῇ ἀρετῇ, ἔθαλλες δὲ τῇ ἁμαρτίᾳ· σήμερον ἀνέθηλας

τῇ ἀρετῇ, ξηρανθεῖσα τῇ ἁμαρτίᾳ· «ἥψω γὰρ τῶν κρασπέδων Χριστοῦ»· κράσπεδά εἰσιν τοῦ Χριστοῦ αἱ διάφοροι ἀσκήσεις, ἐπειδὴ καθάπερ ἐκ τοῦ ἐνδύματος τὰ κράσπεδα, οὕτως αἱ ἀσκήσεις ἐκ τῆς ἠθικῆς ἤρτηνται φιλοσοφίας· αἵτινες 14Α_150 μετὰ ταπεινοφροσύνης γινόμεναι ἱστᾶν πεφύκασιν τὴν τῶν παθῶν ῥύσιν.

ΕΡΩΤΗΣΙΣ 98 Ἐκ τοῦ αὐτοῦ· «χθὲς ἐπὶ κλίνης ἔρριψο παρειμένος καὶ λελυμένος» καὶ τὰ

λοιπά. ΑΠΟΚΡΙΣΙΣ Κλίνην τὴν ἀνάπαυσιν λέγει τοῦ σώματος, παρειμένον δὲ ταῖς ἡδοναῖς. «Καὶ

οὐκ εἶχες», φησίν, «ἄνθρωπον», τουτέστιν ἀνδρεῖον λογισμόν, «ἵνα ὅτ᾽ ἂν ταραχθῇ τὸ ὕδωρ, βάλῃ σε εἰς τὴν κολυμβήθραν», ὅτ᾽ ἂν ἐν σοὶ γένηται λογισμὸς ταράσσων πρὸς διάκρισιν τοῦ καλοῦ καὶ τοῦ χείρονος, ἐμβάλῃ σε εἰς τὸ τῆς καθάρσεως ὕδωρ. «Σήμερον ηὗρες ἄνθρωπον τὸν αὐτὸν καὶ Θεόν»· ὅτ᾽ ἂν γάρ τις τῇ διδασκαλίᾳ χρώμενος καθαίρει, Θεὸς μέν ἐστιν ὁ ἐνεργῶν, ἄνθρωπος δὲ ᾥτινι ὀργάνῳ κέχρηται πρὸς σωτηρίαν τοῦ κάμνοντος. «Ἤρθης ἀπὸ κραβάτου, μᾶλλον δὲ ἦρας τὸν κράβατον», τουτέστιν διὰ τῆς πρακτικῆς ἐβάστασας τὸ σῶμα, μηκέτι κατασπασθεὶς ὑπ᾽ αὐτοῦ.

ΕΡΩΤΗΣΙΣ 99 Ἐκ τοῦ αὐτοῦ· «οἶδα πῦρ οὐ καθαρτήριον ἀλλὰ κολαστήριον ἢ Σοδομιτικόν, ὃ

πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον, ἢ τὸ ἡτοιμασμένον τῷ