1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

60

ΑΠΟΚΡΙΣΙΣ ∆ιπλῶν τῶν πειρασμῶν ὄντων, ἑκουσίων τε καὶ ἀκουσίων, τουτέστιν

ἡδονικῶν τε καὶ ἐπιπόνων, πρῶτον μὲν διὰ τῶν ἡδονικῶν πειράσας τὸν Κύριον ὁ διάβολος, διά τε γαστριμαργίας καὶ φιλαργυρίας καὶ κενοδοξίας πάντα γὰρ ταῦτα ἡδονῆς εἰσιν ποιητικά καὶ ἀποκρουσθείς, ἀπέστη ἄχρι καιροῦ. Ποίου καιροῦ; Τοῦ κατὰ τὸν σταυρὸν πάθους, ἵνα καὶ διὰ τῶν ἀκουσίων καὶ ἐπιπόνων πειρασμῶν, ὡς ᾤετο, προσβαλὼν τῷ Κυρίῳ, δυνηθείη εὑρεῖν ἐν αὐτῷ τι τῶν ἀνθρωπίνων παθῶν· ἀπεκρούσθη δὲ καὶ διὰ τούτων, καὶ θριαμβευθεὶς ἐν τῷ σταυρῷ κατηργήθη.

ΕΡΩΤΗΣΙΣ 195 Ἐπειδὴ μεμαρτύρηται ὁ Ἰωάννης ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου μείζων πάντων τῶν

ἐν γεννητοῖς γενέσθαι καὶ γὰρ καὶ ὁ βίος αὐτοῦ καθαρὸς καὶ ἁμαρτίας πάσης κεχωρισμένος ἦν , τίνος *** *** λείπει

ΠΑΡΑΛΛΑΓΗ Α' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ ἐρωτήσεις διάφοροι καὶ ἐκλογαὶ διαφόρων κεφαλαίων ἀπορουμένων (14Α_278> ΕΡΩΤΗΣΙΣ Α,1 Τίνες ἀρεταὶ ψυχῆς καὶ τίνες σώματος; ΑΠΟΚΡΙΣΙΣ

Ἀρεταὶ ψυχῆς εἰσιν αὗται· ἀγάπη, ταπείνωσις, πραότης, μακροθυμία, ἀνεξικακία, ἀμνησικακία, ἀοργησία, τὸ ἄθυμον, τὸ ἄφθονον, τὸ ἄκριτον, τὸ ἀκενόδοξον, ἐλεημοσύνη, σωφροσύνη, τὸ ἀφιλάργυρον, συμπάθεια, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ κατανυκτικόν. Ἀρεταὶ δὲ σώματός εἰσιν αὗται· νηστεία, χαμευνία, ἀγρυπνία, ἐγκράτεια, ἀκτημοσύνη, τὸ ἀπερίσπαστον.

ΕΡΩΤΗΣΙΣ Α,2 Τί ἐστιν τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον "ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ

νοΐ"; (14Α_280> ΑΠΟΚΡΙΣΙΣ «Ψάλλει τις τῷ πνεύματι» ὅτ᾽ ἂν μόνον τὴν προφορὰν τῶν ψαλλομένων διὰ

γλώσσης φέρει· «ψάλλει δὲ τῷ νοῒ» ὅτ᾽ ἂν τὴν δύναμιν τῶν ψαλλομένων γινώσκων τῇ θεωρίᾳ εὐφραίνεται.

ΕΡΩΤΗΣΙΣ Α,3 Τί ἐστιν· «ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ

μου»; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γεννᾶσθαι

ἡμᾶς καὶ φθορᾶς, ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγεν διὰ τὸ ἀνομῆσαι τὸν Ἀδάμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον, πάντες οὖν οἱ ἐξ Ἀδὰμ γεννώμενοι ἐν ἀνομίαις συλλαμβάνονται, ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δὲ καὶ «ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου» σημαίνει ὅτι ἡ Εὔα ἡ πάντων ἡμῶν μήτηρ πρώτη ἐκίσσησεν τὴν ἁμαρτίαν ὥσπερ ὀργῶσα τὴν ἡδονήν. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τῇ τῆς μητρὸς ὑποπίπτοντες καταδίκῃ κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις.

ΕΡΩΤΗΣΙΣ Α,4 Τί ἐστιν τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον "ἀνάθεμα (14Α_282> εἶναι ἀπὸ

τοῦ Χριστοῦ ὑπὲρ τῶν συγγενῶν μου"; ΑΠΟΚΡΙΣΙΣ