1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

20

Εἰρηναῖος λέγει «δι᾽ ἔργου» δεῖξαι τὸν προφήτην ἐν τῷ ἀναγαγεῖν τὸ σιδήριον ὅτι «τὸν στερεὸν Λόγον τοῦ Θεοῦ ὃν ἀμελῶς ἀποβαλόντες οὐχ εὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ὅτι δὲ ἀξίνῃ ἔοικεν ὁ Λόγος τοῦ Θεοῦ διδάσκει Ἰωάννης ὁ Βαπτιστὴς λέγων "ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται" καὶ Ἰερεμίας δὲ λέγων "ὁ Λόγος Κυρίου ὡς πέλεκυς κόπτων πέτραν"».

14Α_094 ΕΡΩΤΗΣΙΣ 56 Τί σημαίνει ὁ ἐν τῷ εὐαγγελίῳ τῶν ρνγ (153) ἰχθύων ἀριθμός; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδήπερ ἀπὸ μιᾶς ἀρχόμενος κατὰ σύνθεσιν μέχρις τῶν δέκα ἑπτὰ πληροῖς

τὸν ἀριθμὸν τοῦτον, σημαίνει ὅτιπερ διά τε τῆς ἐκπληρώσεως τῶν δέκα ἐντολῶν καὶ τῶν ἑπτὰ ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος εἰσέρχονται οἱ σῳζόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ καὶ τοὺς διὰ πίστεως τῆς ἁγίας Τριάδος καὶ τῆς τῶν μελλόντων ἐλπίδος ὑπερθετικὸς γὰρ τοῦ ἑβδοματικοῦ χρόνου ὁ πεντηκοστὸς ἀριθμός ἐστιν καὶ τῆς διὰ τῶν ἐντολῶν ἐνεργείας, ὅπερ σημαίνεται διὰ τοῦ ἑκατοστοῦ ἀριθμοῦ, σῳζομένους καὶ τὴν βασιλείαν ἀξιουμένους.

ΕΡΩΤΗΣΙΣ 57 Τίνες εἰσὶν οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ οἱ ὄφεις ὑπὲρ ὧν ὁ Κύριος κατὰ

Γρηγόριον τὸν Νύσης τὰς γ (3) ἐν τῷ ᾅδῃ ἡμέρας πεποίηκεν; ΑΠΟΚΡΙΣΙΣ Τρεῖς εἰσὶν τῆς ψυχῆς δυνάμεις, λογικόν, θυμικόν, ἐπιθυμητικόν· οἱ μὲν οὖν

ἄνδρες λαμβάνονται εἰς τὸ λογικόν, αἱ δὲ γυναῖκες εἰς τὸ ἐπιθυμητικόν, οἱ δὲ ὄφεις εἰς τὸ θυμικόν. Ἀποκαθίστανται οὖν ἐν τῷ μέλλοντι αἰῶνι αἱ τρεῖς αὗται δυνάμεις τῇ ἐπιγνώσει· ὑπὲρ αὐτῶν δὲ καὶ ὁ Κύριος τὸ ζωοποιὸν κατεδέξατο πάθος καὶ τὴν εἰς ᾅδου κάθοδον.

ΕΡΩΤΗΣΙΣ 58 Ἐκ τῶν Παροιμιῶν, τὸ «διορατικὸν ἄνδρα καὶ ὀξὺν» 14Α_096 τοῦ νοῆσαι

«βασιλεῦσιν δεῖ παρεστάναι», πῶς νοήσωμεν; ΑΠΟΚΡΙΣΙΣ Τὸν ὀξὺν περὶ τὸ πρακτικὸν καὶ θεωρητικὸν περὶ τὸ γνωστικὸν τοῖς τρισὶν

νόμοις παρεστάναι ὁ λόγος βούλεται, τῷ φυσικῷ καὶ τῷ γραπτῷ καὶ τῷ τῆς χάριτος, ἵνα ἐξ αὐτῶν ὁδηγούμενος κατορθώσῃ δεόντως πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν φιλοσοφίαν.

ΕΡΩΤΗΣΙΣ 59 Ἐκ τῶν αὐτῶν· «ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται». ΑΠΟΚΡΙΣΙΣ ∆ίκαιον ἐνταῦθα τὸν μόνον ἀληθῶς δίκαιον τὸν Κύριον ἡμῶν Ἰησοῦν

Χριστὸν ὑπολαμβάνειν χρεών. Ἐπεὶ οὖν αὐτὸς ἐν ἡμῖν λέγεται καὶ πίπτειν καὶ ἀνίστασθαι ὡς τὰ ἡμέτερα πάντα διὰ φιλανθρωπίαν καταδεξάμενος, ἔπεσεν δὲ ἡ φύσις ἡμῶν ἑπτάκις κατά τε τὴν τοῦ προπάτορος παράβασιν πρώτην γενομένην, δευτέραν δὲ τὴν τολμηθεῖσαν τοῦ Κάϊν μιαιφονίαν, πρῶτον τῇ φύσει καινοτομήσαντος φόνον, τρίτην ἐπὶ τῆς κατὰ τὸν Νῶε γενεᾶς, ἐφ᾽ ἧς οὐ κατέμεινεν τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τὸ εἶναι σάρκας, τετάρτην ἐπὶ τῆς πυργοποιΐας, πέμπτην ἐπὶ τῆς κατὰ τὸν Ἀβραὰμ γενεᾶς, ἐξ ἧς μόνος αὐτὸς τῷ Θεῷ εὐηρέστησεν, ἕκτην ἐπὶ τοῦ Μωυσέως, εἰς τοσοῦτον τῆς ἐπ᾽ αὐτοῦ γενεᾶς ἀθεΐας ἐξοκειλάσης ὡς αὐτὸν εἰς ἐπικουρίαν τῆς τοσαύτης ἀσεβείας ἀπὸ Θεοῦ πεμφθῆναι, ἑβδόμην ἐπὶ τῆς τῶν προφητῶν γενεᾶς, ἥτις τὰς προλαβούσας γενεὰς εἰς κακίας μέτρον πάσας ὑπερηκόντισεν ἐπεὶ οὖν, ὡς εἴρηται, ἑπτάκις ἔπεσεν ἡ 14Α_098 φύσις ἡμῶν,