1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

12

ΕΡΩΤΗΣΙΣ 31 Τί σημαίνει ἡ κατὰ τὸν Ἰούδαν καὶ τὴν Θάμαρ ἱστορία; ΑΠΟΚΡΙΣΙΣ

Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ φύλης Ἰούδα τὸ «κατὰ σάρκα» γενόμενος καὶ ἐν τῇ ὁδῷ τοῦ βίου ἐλθὼν τῇ πρὸς «τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», ηὗρεν ἐν τῇ ὁδῷ τῆς πλάνης τὴν ἐκπορνεύσασαν «ὀπίσω θεῶν ἑτέρων» τῶν ἐθνῶν Ἐκκλησίαν καὶ συναφθεὶς παρέσχετο αὐτῇ ῥάβδον καὶ ὁρμίσκον καὶ δακτύλιον, τουτέστιν τὴν διὰ σταυροῦ νέκρωσιν καὶ τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν καὶ τὴν τοῦ Πνεύματος χάριν, καὶ ἁπλῶς εἰπεῖν πρακτικήν, φυσικὴν καὶ θεολογικὴν γνῶσιν.

ΕΡΩΤΗΣΙΣ 32 Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας περὶ τοῦ Ναβουθὲ καὶ τοῦ Ἀχαάβ. ΑΠΟΚΡΙΣΙΣ Εἰς Χριστὸν ἀναφέρεται τὰ κατὰ τὸν Ναβουθέ· ἀμπελὼν δὲ ὁ Ἰσραὴλ κατὰ

τὸν Ἡσαΐαν· ὁ δὲ Ἀχαὰβ εἰς τύπον τῶν τοῦ Ἰσραὴλ ἡγουμένων, οἵτινες ἤθελον ἔχειν αὐτὸν εἰς κῆπον λαχάνων, ποτίζοντες αὐτὸν ἀνατροπὴν θολεράν· τὸν δὲ Χριστὸν 14Α_058 πρόσωπον ἐπέχοντα τοῦ Ναβουθὲ μὴ θελῆσαι αὐτὸν δοῦναι ὡς πατρῴαν κληρονομίαν· ὅθεν τὴν νοητὴν Ἰεζάβελ, τουτέστιν τὴν συναγωγήν, συκοφαντούμενον ἀναιρεῖν αὐτόν.

ΕΡΩΤΗΣΙΣ 33 Εἰς πρόσωπον τίνος λαμβάνεται ὁ Ἰεφθάε καὶ ἡ τούτου θυγάτηρ; ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν Ἰεφθάε εἰς τὸ πρόσωπον τοῦ Κυρίου, ἡ δὲ τούτου θυγάτηρ εἰς τὴν

αὐτοῦ παντάχραντον σάρκα. Ὥσπερ γὰρ ὁ Ἰεφθάε ἐκ πόρνης ἦν γεγεννημένος καὶ ἀπὸ τῶν ἰδίων ἐξεδιώχθη καὶ ἐξελθὼν ἐπολέμησεν καὶ ἐνίκησεν τοὺς ὑπεναντίους, ὑποσχόμενος τῷ Θεῷ τὸν ὑπαντῶντα αὐτῷ ἐκ τῶν οἰκείων αὐτοῦ προσάγειν εἰς θυσίαν, οὕτως καὶ ὁ Κύριος ἐκ τῆς ἐκπορνευσάσης ἡμῶν φύσεως τὸ κατὰ σάρκα ἀναμαρτήτως προελθὼν καὶ τῆς οἰκείας σαρκὸς γενόμενος σπορεύς, ἐκδιωχθείς τε ὑπὸ τῶν δοκούντων ἰδίων εἶναι Ἰουδαίων καὶ τὸν ὑπὲρ ἡμῶν πόλεμον νικήσας, προσήγαγεν τὴν οἰκείαν αὐτοῦ σάρκα τῷ Θεῷ καὶ Πατρί· Ἰεφθάε γὰρ ἑρμηνεύεται 'ἄνοιξις Θεοῦ.'

ΕΡΩΤΗΣΙΣ 34 Τί δηλοῖ τὸ τῶν Παροιμιῶν τὸ «ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν

ἀργίᾳ χειρῶν στάξει οἰκία»; ΑΠΟΚΡΙΣΙΣ Ἡ δόκωσις λαμβάνεται εἰς τὰς φυσικὰς τῆς ψυχῆς δυνάμεις· ὥσπερ γὰρ αἱ

δοκοὶ ἀμελούμεναι καὶ διὰ τοῦ ἐπικειμένου βάρους καμπτόμεναι καταπίπτουσιν, οὕτως καὶ αἱ φυσικαὶ τῆς 14Α_060 ψυχῆς δυνάμεις, μὴ ἐπιμελούμεναι διὰ τῆς μελέτης τῶν θείων λογίων, τῷ βάρει τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν καμπτόμεναι πρὸς τὰ αἰσθητὰ καταπίπτουσιν. Ἐν ἀργίᾳ δὲ χειρῶν στάζει οἰκία ὅτ᾽ ἂν ἡ ψυχὴ ἀπραξίαν ἀγαθῶν ἔχουσα, διὰ τῶν αἰσθήσεων τὰς τῶν ὑλικῶν φαντασίας σταλαγμῶν δίκην εἰσδεχομένη τὴν ἐνοικοῦσαν χάριν ἀποδιώκει.

ΕΡΩΤΗΣΙΣ 35 Τί δηλοῖ ὁ ἐν Κανᾷ γάμος καὶ τί τὰ ἐν αὐτῷ τελεσθέντα μυστήρια; ΑΠΟΚΡΙΣΙΣ Κανὰ ἑρμηνεύεται 'κτῆσις,' Γαλιλαία δὲ 'ἀποκάλυψις·' πᾶς οὖν νοῦς ἕξιν

ἀποκαλυπτικὴν ἔχων τῶν θείων, ἐν τῷ συνάπτεσθαι τῇ ἀρετῇ ἢ καὶ τῇ αἰσθήσει δέεται τῆς τοῦ λόγου μεσιτείας ἵνα ἡ μὲν ἀρετὴ τῇ γνώσει συναφθεῖσα τοῦ νοῦ, σύμφωνος γένηται πρὸς αὐτόν, ἡ δὲ αἴσθησις ὑποκύπτουσα ὑπὸ τὴν ἐξουσίαν τοῦ